295
καὶ ὁ βασιλεὺς προσήκοντα εἰρηκέναι τῷ καιρῷ, παρεῖχε. Μπρατίλος μὲν οὖν τοιαῦτα τοῖς ἐν ∆ιδυμοτείχῳ ἀπαγγείλας, γράμματά τε αὖθις παρὰ βασιλίδος καὶ τῶν ἄλλων λαβὼν, ᾤχετο πρὸς βασιλέα. μηʹ. Ὁ δὲ ἐπὶ τῆς ἔξω ∆ιδυμοτείχου συνοικίας δῆμος οὐ πολλῷ ὕστερον οὐκ ἀνεκτὸν ἡγούμενοι, εἰ μὴ τὰ ἴσα καὶ αὐ 2.288 τοὶ τοῖς ἄλλοις δήμοις δρῷεν καὶ διαφθείροιεν τοὺς δυνατοὺς, τῶν ἀρχόντων αὐτοῖς μὴ συνειδότων, νυκτὸς ἐπὶ τὴν στάσιν ἀλλήλους παρορμήσαντες καὶ καθοπλισάμενοι ὡς εἶχον πάντες ἅμα ἕῳ πρὸς τὰς πύλας ἐλθόντες, ἐτειχομάχουν καὶ πάντας ἠπείλουν ἀποκτείνειν τοὺς ἔνδον, εἰ μὴ ἑκόντες προσχωροῖεν· οὕτω γὰρ ἂν μόλις φείσεσθαι μὴ ἀποκτείνειν. Ἀσάνης δὲ καὶ ἡ ἔνδον στρατιὰ ἡγησάμενοι δεινὸν, εἰ μετὰ τῶν ἐκ Βυζαντίου καὶ τῆς ἐκ τῆς ἄλλης ἀρχῆς Ῥωμαίων στρατιᾶς καὶ παρὰ τῶν οἰκείων πολιορκοῖντο, ὁπλισάμενοι καὶ αὐτοὶ καὶ ἀνοίξαντες τὰς πύλας συνεπλέκοντο τῷ δήμῳ ἐξελθόντες. ἐκεῖνοι δὲ οὐδὲ πρὸς ὀλίγον ἀντισχόντες πρὸς τὴν μάχην, ἔφευγον ὡς εἶχον, παῖδας καὶ γυναῖκας μόνας ἀναλαβόντες καὶ διεσκεδάσθησαν κατὰ τὰς ἄλλας πόλεις, μηδὲν ἐπιφερόμενοι ὧν εἶχον· πλήν τινων ὀλίγων, οἳ διὰ τὸ μὴ συμμετεσχηκέναι τῆς στάσεως τοῖς ἄλλοις μένειν συνεχωρήθησαν ἐπὶ τῶν οἰκιῶν. ἡ στρατιὰ δὲ τὰς οἰκίας τῶν φυγόντων διεπόρθουν καὶ πάντα εἰσεκόμιζον ἐντὸς τειχῶν. ὀλίγῳ δὲ ὕστερον καὶ τὰς ξυλώσεις καθαιροῦντες, ἐχρῶντο πρὸς τὸ πῦρ, ὑπὸ τῶν ἐν Βυζαντίῳ ἤδη πολιορκούμενοι. ἡ γὰρ ἐκ Βυζαντίου στρατιὰ, ἄχρι μὲν οἱ ἔξω ∆ιδυμοτείχου πρὸς τοὺς ἔνδον ὡμοφρόνουν, οὐδὲ ἐγγὺς γενέσθαι ἐπεχείρουν, ἀλλὰ εἰσβάλλοντες, τὰ πόῤῥω διεπόρθουν καὶ ὡς τάχιστα ἀνεχώρουν. ἐπεὶ δὲ ἡ στάσις γένοιτο καὶ ἐκπολεμωθεῖεν τοῖς ἔνδον οἱ ἐκτὸς, αὐτοί τε ἐφθάρησαν παντάπασιν ἀνάστα 2.289 τοι γεγενημένοι, καὶ οἱ ἔνδον τὸ πολὺ τῆς δυνάμεως ὑφαιρεθέντες, ἀσθενεῖς τε ἦσαν καὶ οὐκέτι πρὸς τοὺς πολεμίους ἀξιόμαχοι. ὅθεν κἀκεῖνοι ἐπιόντες καὶ στρατοπεδευόμενοι ἐγγὺς διεκαρτέρουν. οἱ μέντοι ὑπολειπόμενοι τοῦ δήμου ἐν ∆ιδυμοτείχῳ, τῶν οἰκημάτων ὑπὸ τῆς στρατιᾶς καθαιρεθέντων, αὐτοὶ τοὺς λίθους ἐκκαθαίροντες, πρὸς λαχανισμὸν ἐχρῶντο τῷ χωρίῳ. καὶ τέλος ἤδη εἶχε τὸ περὶ τοῦ χωρίου τούτου τῷ μητροπολίτῃ τῆς αὐτῆς πόλεως ὀλίγῳ πρότερον προειρημένον. ἔτι γὰρ Καντακουζηνοῦ τοῦ βασιλέως πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν παρασκευαζομένου, ἐδόκει δεῖν διὰ τὸν πόλεμον περὶ τὴν ἔξω συνοικίαν τάφρον περιελαύνειν, ἵνα μὴ ῥᾳδία ἡ εἴσοδος τοῖς πολεμίοις εἴη, εἴ ποτε ἐσβάλοιεν. διανενεμημένης δὲ τῆς τάφρου κατὰ φατρίας παντὶ τῷ δήμῳ, ὥστε ἀνορύττειν, καὶ τοῖς ἐν τῷ κλήρῳ τῆς ἐκκλησίας πᾶσι παρείχετο μερίς. δυσχεραινόντων δὲ ἐκείνων διὰ τὸ πονεῖν καὶ προσαγγελλόντων τῷ μητροπολίτῃ τοὺς ἐπὶ τὰ ἔργα ἀναγκάζοντας, «οὐδὲν μὲν» εἶπεν ἐκεῖνος «τὰ τοιαῦτα πρὸς τὸν πόλεμον λυσιτελήσει. μετ' οὐ πολὺ γὰρ ὃ περιποιοῦνται χωρίον πρὸς λαχανισμὸν ἐπιτηδείως ἕξειν. τοῦ δὲ μὴ δοκεῖν αὐτοὺς τοῦ κοινῇ λυσιτελοῦντος ἀμελεῖν, ἐκέλευε τὰ ἐπιτεταγμένα πράττειν. ὧν ὀλίγῳ ὕστερον ἐκβάντων, ἀνεμιμνήσκοντό τε οἱ ἐν ∆ιδυμοτείχῳ καὶ ἐθαύμαζον τὸν ἄνδρα τῆς προαγορεύσεως. οἱ μέντοι παρὰ Κράλη βασιλεῖ τῷ Καντακουζηνῷ ἐπιτεταγμένοι συμμαχεῖν, ἐπεὶ παρεσκευασμένοι ἤδη ἦσαν καὶ ἔμελλον ἔργου ἔχεσθαι, τῷ σφετέρῳ δυνάστῃ 2.290 προσελθόντες, οὐ λυσιτελοῦντα ἔφασαν σφᾶς τε αὐτοὺς κἀκεῖνον βεβουλεῦσθαι περὶ ἑαυτῶν, οὕτως ἀπερισκέπτως τὸ κράτιστον τῆς αὐτῶν δυνάμεως ἐγχειρίσαντας Καντακουζηνῷ τῷ βασιλεῖ. εἰ γὰρ ἐκεῖνος διαλύσεις θέμενος πρὸς Ἄνναν τὴν βασιλίδα, κρύφα ἐπιβουλεύσειεν αὐτοῖς καὶ διαφθερεῖ μὴ προαισθομένους τὴν ἐπιβουλὴν, τί λοιπὸν ἢ ἐπανελθόντα παῖδας καὶ γυναῖκας ἄγειν ἐπὶ δουλείᾳ καὶ τὴν ἄλλην ἅπασαν Τριβαλῶν ἀρχὴν ὑποποιεῖσθαι; δι' ἃ οὐ χρῆναι χωρὶς ὁμήρων ἐκείνῳ συμμαχεῖν· ἀλλ' εἴ τι δέοιτο τῆς αὐτῶν ἐπικουρίας, τὸν νεώτερον τῶν υἱῶν ὁμηρεύσοντα καταλείπειν παρ' αὐτοῖς. οὕτω γὰρ προθύμως συστρατεύσεσθαι καὶ μηδεμίαν πρὸς τὸ