295
Πουπλίου τοῦ ἐν τῇ ̓Ιβηρίᾳ, καὶ τὸν πατέρα οτε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον εφυγε, καὶ υστερον εὐδοκίμησε. παρ' ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστήσατο καὶ τοῖς πλησιοχώροις φρουρὰς επεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ επραξεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὴν ητταν μὲν ηκουσαν, οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ' ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ' ουν ὁ Φάβιος γνώμην εδωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ τί ὁ ̓Αννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ιν' ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι οσην αν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν ̓Αννίβαν ἐν τῇ ̓Απουλίᾳ οντα εμαθον, καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο οτι περιείη καὶ οσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος ̓Ιούνιος, ιππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τῶν τε πολιτῶν 2.255 οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας ηδη κατέλεξαν, καὶ δεσμώτας ἐπ' ἀδείᾳ καὶ δούλους ἐπ' ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες ει τί που εὐηργέτηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, οπερ ουπω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν ̔Ελλάδα πεπόμφασιν η πείσοντές τινας συμμαχῆσαι αὐτοῖς η μισθωσόμενοι. ̓Αννίβας δὲ συνεστηκέναι τοὺς ̔Ρωμαίους καὶ παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς αλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ανευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ ̔Ρωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ιν' ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ ̔Ρωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οικαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ' ουτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρχηδόνα ἀπέστειλε, τῶν δ' αλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φίλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ιν' εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ατιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο. Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ ̓Αννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις επεμψε τὰ γενόμενα, καὶ χρήματα παρ' αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα οσα ᾐτήσατο, τῷ γὰρ Αννωνι τἀναντία λέγοντι καὶ κατα2.256 λύσασθαι τὸν πόλεμον εως καθυπέρτεροι δοκοῦσι συμβουλεύοντι οὐκ ἐπείσθησαν, οὐ μέντοι τὰ ψηφισθέντα καὶ εἰς εργον ηγαγον, ἀλλ' ἐμέλλησαν. ̓Αννίβας δ' ἐν τούτῳ εἰς τὴν Καμπανίαν προυχώρησε, καὶ πόλισμά τι ειλε Σαυνιτικόν, καὶ ἐπὶ Νέαν ωρμησε πόλιν, προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. πρὸς ους ὡς μόνους οντας τῶν τῆς πόλεως ἐκδραμόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ ειλεν, ουτ' ἐπὶ πολὺ ταύτῃ προσήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες Καμπανοὶ οἱ μὲν τῇ ̔Ρωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν ̓Αννίβαν ἀπέκλιναν. ἐπεὶ δ' ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες ανδρες αὐτῶν ἁλόντες ἀφείθησαν, τὸ μὲν πλῆθος ωρμησε μεταστῆναι πρὸς τὸν ̓Αννίβαν, οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον, ειτ' ἐπ' αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν τῷ βουλευτηρίῳ πάντας αν κατεχρήσατο, εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέγεθος συνιδὼν τοῦ κακοῦ κατηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι ἀξίων, εφη δὲ πρότερον αλλους ἀντ' ἐκείνων ἀνθελέσθαι προσήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ενα εκαστον ἐκ τοῦ συνεδρίου ἠρώτα τὸ πλῆθος οντινα αὐτοῦ ἀνθαιρεῖται· καὶ ουτω, μὴ δυνηθέντων αὐτῶν ἑτέρους δι' ὀλίγου ἀνθελέσθαι, πάντας ἐκείνους ὡς ἀναγκαίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ