295
μέλαν. mu.1372 Μόσχειον. κρέας. †Μοτόν. τὸ αἰδοῖον.† Μουσεῖον. σχολεῖον. ἀπὸ τοῦ μοῦσα, ο ἐστιν ὁ λόγος. †Μουσίον. τὸ τῶν ψηφίδων ποίημα.† Μούσειον. στόλισμα. Μοχλία. οἱ μοχλοί. μοχλεία δὲ ἡ μόχλευσις, δίφθογγον. Μονοούσιον. τὸ μὴ εχον ετερόν τι τῆς αὐτοῦ οὐσίας ομοιον. οιον ηλιος, οὐρανὸς, σελήνη καὶ τὰ ομοια. Μόρφωμα. τὸ ἐπίπλαστον, εἰκόνα καὶ σχῆμα εχον ἀληθείας, οὐκ ον δέ. καὶ ὁ ̓Απόστολος· εχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. ( ̔Ρῆμα.) Μογῆσαι. κακοπαθῆσαι. παρὰ τὸ μὴ ἐᾷν γάννυσθαι. Μολῶ. πορεύομαι, παραγίνομαι. Μολύνω. παρὰ τὸ μῶλος, ο σημαίνει τὴν συμβολὴν τοῦ πολέμου, κατὰ τροπὴν τοῦ ˉω εἰς ˉο. οἱ δὲ ἀπὸ τοῦ ὀλλύω, ὀλλύνω, καὶ πλεονασμῷ τοῦ ˉμ καὶ ἀποβολῇ τοῦ ἑνὸς ˉλ μολύνω. mu.1373 Μονηφορῶ. εν φορῶ. μονειμοφορῶ δὲ δίφθογγον. ἀπὸ τοῦ μόνον καὶ τοῦ ειμα, τὸ ἱμάτιον. Μονωδῶ. θρηνῶ. Μορμύρων. τρέχων, ταράσσων. κυρίως δὲ ἐπὶ ποταμοῦ λέγεται ῥεῦμα εχοντος. ὠνοματοπεποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς υδασι γινομένου. Μορμολύττει. ἐκφοβεῖ. τοὺς παῖδας πάνυ τι μορμολύττοντες. Μουσηγετῶν. κιθαρίζων. Μοχθεῖ. ταλαιπωρεῖ, κακοπαθεῖ. ( ̓Επίῤῥημα.) Μόγισ. ἀντὶ τοῦ μόλις. παρὰ τὸν μόγον. Μόλισ. βραδέως. †Μολεύειν. τὸ ἀφανίζειν.† Μονονουχί. σχεδόν· εὐθέως· ἐγγὺς η τῷ οντι. Μονωτί. κρύφα. Τὸ Μ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Μυδαλέοσ. σεσημμένος, δίυγρος. ὀζώδης. ἀπὸ τοῦ μύω, η ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὸ ὑγρόν. κυρίως δὲ ὁ ὀζώδης καὶ σεσηπώς. παρὰ mu.1374 τὸ μυδῶ καὶ μυδόω. καὶ μυδόωσα ἡ διυγραινομένη. -μυδόωσα δ' ὑπὸ χροὸς εῤῥεε λάχνη. ἀπὸ τοῦ υδωρ, ὑδῶ, ὑδώσω, πλεονασμῷ τοῦ ˉμ μυδόω, μυδῶ, μυδόωσα, καὶ μυδᾷν. εστι δευτέρας συζυγίας τῶν περισπωμένων. σημαίνει δὲ τὸ οἰδαίνειν, καὶ ὀγκοῦσθαι, καὶ φυσᾶσθαι· οἰδαίνουσι γὰρ οἱ τάφοι κατὰ τὰ ενδον. Μῦθοσ. ψευδὴς λόγος. Μύκλοσ. ὁ τράχηλος, η ἡ ἐν τῷ τραχήλῳ τῶν ονων ὑποδίπλωσις. μύκλοι λέγονται καὶ οἱ κατωφερεῖς εἰς γυναῖκας. ειρηται δὲ ἀπὸ ἑνὸς Μύκλου αὐλητοῦ, ος ἐκωμῳδήθη ἐπὶ μαχλότητι. Μυκτηρισμόσ. παρασχηματισμὸς τῆς ῥινὸς εἰς υβριν τινὸς γινόμενος. †Μύλαξ. ὁ λίθος.† †Μυλασέων. ἐθνικόν.† Μυλωθροί. ἐθνικόν. Μυλάκεσι. μυλοειδέσι λίθοις. Μυρμιδόνεσ. ἐθνικόν. Μυρονήτησ. ἀπὸ πόλεως Μυρονήτου. καὶ μύρτος ὁ καρπὸς τῆς μυρσίνης. †Μυρονίτης οινοσ. ὁ τῷ μύρῳ κεκραμένος.† mu.1375 Μύρσοσ. πλεκτὸν ἀγγεῖον ἐξ αγνου, ο ἐστι λύγου, πλακείς. Μύρσον ἐς ὠτώεντα-. Μυρινίτησ. ὁ ἐκ τῆς μυρίνης. τινὲς τὸ μυῤῥίνη διὰ δύο ˉρˉρ γράφουσι. Μύστησ. ὁ τῶν μυστηρίων ἐξηγητής. Μυσταγωγόσ. διδάσκαλος. Μύσκελοσ. ὁ στραβόπους. Μῦσ. ὁ ποντικός. καὶ κλίνεται μυός. Μυχόσ. ὁ ἐνδότερος τόπος. †Μύωψ. ειδος κώνωπος.† mu.1376 Μυττωτόσ. ὑπότριμμα. τοῦ Ψελλοῦ· ὁ μυττωτὸς ὑπότριμμα ἐκ τυροῦ καὶ σκορόδων. Μύρμηξ. παρὰ τὸ μερμερίζω, τὸ φροντίζω, ὁ μέλλων μερμερίξω, ἀποβολῇ τοῦ ˉω μερμέρηξ, καὶ ἐν συγκοπῇ μέρμηξ, καὶ τροπῇ τοῦ ˉε εἰς ˉυ μύρμηξ. (Θηλυκόν.) Μύησισ. ἡ μάθησις, καθήγησις, ἐπιστήμη, γνῶσις, μυσταγωγία η τὸ μυστήριον. παρὰ τὸ μεμυκέναι. Μυκαλησσός· Μυκήνη. ὀνόματα πόλεων. Μύκη. ἡ θήκη τοῦ ξίφους. παρὰ τὸ μύω, τὸ κατακλείω. mu.1377 Μύλαι. αἱ σιαγόνες. Μυλία. λίθος. Μύνη. ἡ πρόφασις. ἐπιμονῆς γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ μὴ εἰπεῖν τὸ ἀληθές· ωστε ἀπὸ τοῦ μονὴ, ὡς γονὴ, γυνή. καὶ μυνάμενος ἀντὶ τοῦ προφασιζόμενος. παρὰ τὸ μεμυκέναι τῷ στόματι. Μυρίκη. βοτάνη αχρηστος, κυπαρισσοειδὴς, παραπεφυκυῖα ἐν ποταμοῖς. Μύραινα. ονομα ἰχθύος. Μυῤῥίνη. χώρα. Μυόνησος· Μυοῦς, Μυοῦντοσ. ὀνόματα πόλεων. Μύτισ. μέρος τοῦ σώματος. καὶ κλίνεται μύτεως. Μυγή. γέροντος ἀδυναμία. Μυωξία. ὁ τῶν ποντικῶν φωλεός. Μυσταγωγία. μυστηρίων ἀγωγὴ, διδασκαλία καὶ μετουσία, η μυήσεως ἀγωγὴ καὶ μετάληψις, δηλαδὴ θείας. Μυσία. περὶ τὴν Αβυδόν ἐστιν ἡ Μυσία. (Οὐδέτερον.) Μῦ. τὸ στοιχεῖον, οτι μυγμόν τινα εχει ἡ τούτου ἐκφώνησις. μυγμὸς δέ ἐστιν ὁ τοῦ μῦ ηχος, διὰ τοῦ μυκτῆρος ἐξερχόμενος. mu.1378 Μύγματα. ξύσματα, τζουκνίσματα.