295
Θεὸς οἰκτιρμοὺς ἔχει, ὀργὴν δὲ οὐ κατὰ φύσιν, ἀλλὰ δι' ἄλλους. -Πάντων τῶν περὶ Θεὸν προηγεῖται ἡ οὐσιώδης ἀγαθότης. Θεοῦ ἴδιον, τὰ μὲν ἀγαθὰ προτείνειν, καὶ φθάνειν δωρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν. Οὐδὲ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἐπέξεισιν ὁ Θεὸς, ἀλλὰ δίδωσι χρόνον εἰς τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν.
ΤΙΤΛ. Γʹ. -Περὶ φυσικῶν.
«Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.» «Σὴς ὀστέων, καρδία αἰσθητική.» «Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων προσδέχονται τὰ κακά.» «Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ καρδίαι τῶν ἀνθρώπων ἴσαι.» «Πᾶσα καρδία εἰς λύπην.» «Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.» «Ἀπὸ ἀπαντήσεως προσώπου γνωσθήσεται νοήμων.» «Καρδία ἀνθρώπου ἀλλοιοῖ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ, ἐάν τε εἰς κακά.» «Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.» «Ὧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.» Πεφύκαμεν οἱ ἄνθρωποι, ὅπερ ἂν ἑκόντες ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. Φύσεως ἀντιπραττούσης, κενὰ τὰ πάντα. Ὅ τις μὴ πέπονθεν, οὐδ' ἂν ἐν ἑτέρῳ πιστεύσειεν. Ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος. Τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν. Οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις, ὡς λαλεῖν τὰ ἀλλότρια. Κρίνουσι πολλοὶ τὰ τῶν ἄλλων τοῖς ἰδίοις πάθεσι. Κακῶν διδασκάλων κακὰ τὰ μαθήματα· μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ γεώργια. Τὸ ἑκούσιον λυπηρὸν τοῦ ἀκουσίου τερπνοῦ τιμιώτερον. Ἔθος τοῖς πολλοῖς τῶν ἀνθρώπων, ὅταν ὑπὸ ὀργῆς κατασχεθῶσι καὶ λύπης, κἂν μὴ τοὺς αἰτίους 96.400 λάβωσι τῶν παθῶν, εἰς τοὺς ἐμπίπτοντας ἁπλῶς καὶ ἀνυπόπτως ἀφιέναι τὴν ὀργήν. Ἡ τῶν ἀλλοτρίων κακῶν ἐπίτασις ἐλάττω τὰ οἰκεῖα φαίνεσθαι ποιεῖ κακὰ, κἂν ἀφόρητα ᾖ. Οὐχ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθεν. Πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ' ἑαυτοὺς περὶ τῶν ἄλλων τὰς ψήφους φέρουσιν· οἷον, ὁ μεθύων διηνεκῶς, οὐκ ἂν πιστεύσειεν εἶναί τινα ἄνθρωπον ἐνεγκρατιάζοντα. Ὁ πόρναις προσέχων, καὶ τοὺς κοσμίως βιοῦντας ἀκολάστους εἶναι νομίζει. Πάλιν ὁ τὰ τῶν ἄλλων ἁρπάζων, οὐκ ἂν πεισθείη ῥᾳδίως, ὅτι εἰσὶν ἄνθρωποι τὰ ἑαυτῶν προϊέμενοι. Χαλεπὸν ἐναντιοῦσθαι φύσει Ὥσπερ τὸ παρὰ φύσιν ἐγκεντρίσαι, καὶ εἰσοικίσαι τι τῇ φύσει δυσεργὸν, οὕτω καὶ αὖ πάλιν τὰ φύσει πεφυκότα μεταθεῖναι καὶ ἀναχαιτίσαι. Εἴρηται γάρ· Εὖ φύσεως ἀντιπραττούσης, κενὰ πάντα.
ΤΙΤΛ. ∆ʹ. -Περὶ φήμης· καὶ ὅτι οὐ δεῖ ἑκάστῳ πιστεύειν.
«Φήμη ἀγαθὴ πιαίνει ὀστᾶ.» «Ὁ ταχὺ ἐμπιστεύων, κοῦφος καρδίας.» «Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε.» Οἶδεν πολλάκις καὶ φήμη καθελεῖν, καὶ ἀναστῆσαι ψυχὴν, καὶ τὴν οὐκ οὖσαν καταλύσαι. Οὐ πᾶσιν ἀνέδην τοῖς λέγουσί τε καὶ γράφουσιν ἔκδοτα παρέχειν τὰ ὦτα. Φήμης οὐδὲν ὠκύτερον.
ΤΙΤΛ. Εʹ. -Περὶ φιλέργων καὶ σπουδαίων· καὶ ὅτι χρὴ πονεῖν· ὠφέλειαν γὰρ
ἔχει. «Ἐν ἱδρώτητι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.» «Ἐκ μερίμνης καὶ
φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.» «Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ,» καὶ τὰ λοιπά. «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος σὺ, καὶ καλῶς σοι ἔσται.» «∆ιάνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἐμπλήσθητι ἄρτων.» «Ἐὰν ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ἡ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ καλὸς δρομεὺς ἀπαυτομολήσει.»