295
χριστιανὸς ἢ Χριστοῦ μίμημα καὶ ἀποσφράγισμα, τοσοῦτον ὀφείλων οἰκειοῦσθαι αὐτῷ, ὡς ἔχει μέλος ἕκαστον πρὸς κεφαλὴν καὶ κλῆμα πρὸς ἄμπελον· αὐτὸς γὰρ ὁ Κύριος εἴρηκεν, ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· καὶ πάλιν ὁ ἀπόστολος· ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καρποφορήσωμεν οὖν, ὦ δέσποτα, τοὺς τῶν ἀρετῶν βότρυας καὶ μὴ ἄκαρποι ὦμεν· φησὶ γὰρ ὁ Κύριος, πᾶν κλῆμα μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, τὸ τῆς γεέννης δηλαδή. φοβηθῶμεν τὴν φοβερὰν ἀπειλήν, δοξάσωμεν τὸν θεὸν ἐν τῷ σώματι ἡμῶν καὶ ἐν τῷ πνεύματι ἡμῶν, κελεύει πάλιν ὁ ἀπόστολος· αὐτὸς γὰρ καὶ ταῦτα, ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. οὕτω φυλαττώμεθα. ἀγαπῶμεν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα καὶ οὐκ ἐρασθησόμεθα ἀσελγοῦς σώματος. ἡ γυνή, φησίν, ἵνα φοβῆται τὸν ἄνδρα· τῷ φίλτρῳ τὸν φόβον γὰρ κιρνῶσα ἄριστον βιώσειεν βίον. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν, ὥς φησι πάλιν· δίκαιον γὰρ τοὺς γονέας τιμᾶσθαι καὶ γηροκομεῖσθαι ὑπὸ τῶν παίδων. αὐτοὶ γὰρ αἴτιοι μετὰ θεὸν τοῦ εἶναι αὐτοὺς εἰς φῶς· καί, εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια· καὶ οἱ πατέρες, πάλιν φησίν, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ' ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. ὥστε καὶ γονεῦσιν ἔργον εἰρηνεύειν τὰ τέκνα, στοιχειοῦν καὶ πλάττειν εὐσεβείας χαρακτῆρι. τί λοιπόν; δούλους δεσπόταις ὑποτάττεσθαι μετὰ φόβου καὶ τρόμου, ἀδόλως καὶ εὐψύχως, ἀλλὰ καὶ τοὺς δεσπότας, ἀνιέντας τὰς ἀπειλάς, ἰσομοιρίᾳ φροντίδος τοὺς πάντας ὁρᾶν, εἰδότας ὅτι εἷς κύριος πάντων, ὁ θεός, καὶ ὧδε μὲν ἡ δουλεία ὡς καὶ ὁ γάμος, ἐν δὲ τῷ μέλλοντι αἰῶνι τῶν ἀμφοτέρων ἀναίρεσις, οἱ πάντες δὲ ἓν ὥσπερ οἱ ἄγγελοι. ∆ιὰ τοῦτο γρηγορητέον παντὶ τῷ θέλοντι σωθῆναι κατ' ἐντολὴν ζῆν, μὴ ὀμνύειν, μὴ μετεωρίζεσθαι, μὴ γελᾶν, μὴ τρυφᾶν, μὴ παίζειν, μὴ θυμοῦσθαι, μὴ πορνεύειν, μὴ μεθύειν, μὴ θησαυρίζειν χρυσόν· ἀλλὰ τί; προσεύχεσθαι, προσκλαίειν, ὑμνολογεῖν, ἐντολοποιεῖν κατὰ τὸ δυνατόν, ὀλιγαρκεῖσθαι, ταπεινοφρονεῖν, ἀγαπᾶν τὸν πλησίον, μὴ καταλαλεῖν ἀδελφοῦ, μὴ φθονεῖν, μὴ ὀργίζεσθαι, ἕτοιμον εἶναι ἀεὶ πρὸς τοὺς ὑπὲρ τοῦ ἀγαθοῦ κινδύνους, μὴ φοβεῖσθαι πλὴν θεοῦ τοῦ ἀγαθοῦ ἄλλον ἐπὶ γῆς, ὑποτάττεσθαι βασιλεῖ ἐν οἷς ἐντολὴ θεοῦ οὐ παραβλάπτεται, τιμᾶν ἄρχοντας ὡς διακόνους εὐταξίας, χαίρειν ἐν Κυρίῳ πάντοτε, κἂν σύμβασις εἶεν λυπηρῶν εὐχαριστεῖν Κυρίῳ ἐφ' οἷς ἂν οἰκονομῇ τὰ κατ' αὐτόν. Ταῦτα ὡς ἐν ὀλίγοις ὑπέμνησα τὴν εὐλογημένην σου ψυχήν, ἵνα γνωρίσω ὡς φιλῶν εἰμι τὸν ἐμοὶ ὁμώνυμον καὶ εὐσεβῆ ἄνδρα καὶ φίλον διάπυρον. ἐὰν δὲ ἔτι ζῶμεν, ἔτι λαλήσομεν, ἔτι παρακαλέσομεν, ἔτι συμβουλευσόμεθα πάντα δεύτερα ἡγήσασθαι τῆς θεοῦ ἀγάπης· τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; οὗ φύγοιμεν, εὕροιμεν δὲ ἔλεος ἐν ἡμέρᾳ κρίσεως καὶ τὸ μετὰ θεοῦ γενέσθαι ἐν χαρᾷ ἀνεκλαλήτῳ εἰς αἰῶνας. 471 {1Γρηγορίῳ τέκνῳ}1 Ἃ μὲν οὖν ἐν τῇ προτέρᾳ ἐπιστολῇ περὶ τοῦ τῆς Χαλκηδόνος ἁγιωτάτου μητροπολίτου καὶ πατρὸς ἡμῶν εἴρηται ὡς ἐν παραδρομῇ, νῦν δὲ διεξοδικώτερον εἰρήσεται. εἰπὲ αὐτῷ πατροπρεπεῖ διαλέξει τί; ὅτι πάντως κατὰ τὴν τοῦ ἀποστόλου ἀπόφασιν ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει· εἴ τινος τὸ ἔργον μένει, ὃ ἐποικοδόμησεν, μισθὸν λήψεται, εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. πυνθάνομαι οὖν τὸ "4κατακαήσεται"5 ἐξαφάνισίς ἐστι τελεία, ἢ οὔ; εἰ δὲ ὁμολογουμένως τὸ πρῶτον, καθά πού φησιν ἑπομένως τῷ Παύλῳ καὶ ὁ Θεολόγος Γρηγόριος, καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα, τί ἐπισείει τὸν νοῦν τοῦ ἀκούοντος οὐκ εὖ εἰρηκέναι τὸν ἱερὸν Μάξιμον τρεῖς εἶναι τὰς ἀποκαταστάσεις, ἃς οἶδεν ἡ ἐκκλησία; μίαν μὲν τὴν ἑκάστου κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἐν ᾗ ἀποκαθίσταται τὸν ἐπ' αὐτῷ λόγον τῆς ἀρετῆς ἐκπληρώσας· δευτέραν δὲ τῆς ὅλης φύσεως ἐν τῇ ἀναστάσει τὴν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν