Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἄνθρωπος οἰκονομικῶς ἔδειξεν ἑαυτὸν, ἰσοσθενῆ, καὶ ἰσουργὸν, καὶ ἰσοκλεᾶ τῷ Θεῷ καὶ Πατρὶ, φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καὶ κατορθῶν εὐκόλως τὰς θεοσημίας, ἐπιτι- μῶν τῇ κτίσει, νεκροὺς ἀνιστὰς, καὶ τὰ ἕτερα δὲ τῶν θαυμάτων ἀμογητὶ κατορθῶν. Ὤφθη τοίνυν ἡ δόξα Κυρίου· τεθέαται δὲ καὶ πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, δῆλον δὲ ὅτι τοῦ Πατρός. Σωτῆρα γὰρ ἡμῖν καὶ Λυτρωτὴν πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱόν. Τελειοῦντος γὰρ οὐδὲν τοῦ νόμου, καὶ τῶν ἐν τύποις θυσιῶν οὐκ ἐχουσῶν τὸ δύνασθαι διασμήχειν ἁμαρτίας, ἐν Χριστῷ τελειούμεθα, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι, τῷ τῆς υἱοθεσίας τετιμήμεθα πνεύματι. Καὶ ἡ μὲν ἐπὶ τούτῳ χάρις, τό γε ἧκον εἰς τὸν τοῦ διασώζοντος σκοπὸν, ἐπὶ πᾶσαν ἂν ἴοι σάρκα, τοῦτ' ἔστιν, ἐπὶ πάντας ἀνθρώπους. Σάρκα γὰρ ἐν τούτοις τὸν ἄν- θρωπον νοητέον. Εἰ δὲ δὴ φαίνοιντό τινες τῆς σωτη- ρίας ἠμοιρηκότες, ἀψευδὴς ἂν εἴη, καὶ οὕτως ὁ τοῦ προφήτου λόγος. Ὁ γὰρ σκοπὸς τοῦ τιμήσαντος. καὶ διασῶσαι θελήσαντος, καὶ οὐχὶ τῶν κεκλημένων τὸ ῥᾴθυμον ἐξετάζεται. Προσεπάγει δὲ ἀναγκαίως ὡς Ὅτι Κύριος ἐλάλησε, ἴνα μή τις οἴηται ψευδηγορεῖν αὐτὸν, ἢ καὶ ἀπὸ καρδίας, ἢ καὶ τὸ δοκοῦν ἐρεύγε- σθαι τυχόν. Ἀλλ' ὅτι τὸ τῷ Θεῷ δόξαν, καὶ τὸ πάντη τε καὶ πάντως ἐσόμενον προμεμήνυκε. 9Φωνὴ λέγοντος· Βόησον. Καὶ εἶπα· Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄν- θος ἐξέπεσε· τὸ ῥῆμα του Θεοῦ μένει εἰς τὸν αἰῶνα.9 Ὅτι μὴ ἑτέρως ἔξεστιν ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ τοὺς ἀληθῶς ἐρῶντας αὐτοῦ, καὶ τυχεῖν αὐτοῦ γλιχομένους, πλὴν ὅτι μόνου τοῦ ἑλέσθαι φρονεῖν τε, 70.805 καὶ δρᾷν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, καθίστησιν ἐναργές. ∆εῖ γὰρ, οἶμαι, τοὺς ἐθέλοντας ἁγιοπρεπῶς πολιτεύεσθαι, καὶ τὴν εὐαγῆ, καὶ ἐξαίρετον ἐπανελέ- σθαι ζωὴν, καὶ τῆς ἐν Χριστῷ πολιτείας οἷά τινα στέφανον ἀναδήσασθαι τὰ αὐχήματα, παρ' οὐδὲν μὲν ποιεῖσθαι τὸν ἐν τῷδε τῷ βίῳ περισπασμὸν, δόξαν δὲ τὴν ἐν ἀνθρώποις, καὶ πρόσκαιρον, ὡς ἀπωτάτω ῥίπτειν, ἡγεῖσθαί τε κατὰ ἀλήθειαν χόρτῳ καὶ πόαις ὡμοιῶσθαι τὰ ἀνθρώπινα, ἔχειν τε εἰς νοῦν καὶ καρδίαν τὸ τοῦ Θεοῦ ῥῆμα, τοῦτ' ἔστι, τὸν ἐκ Θεοῦ, καὶ Πατρὸς Λόγον. Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ τὸ θεῖον αὐτοῦ Πνεῦμα καταπλουτήσαντες, αὐτὸν ἔχομεν ἐν ἑαυτοῖς. Ἀξιόκτητον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς αἰῶνα πρόξενον ζωῆς. ∆ιαμένων γὰρ εἰς τὸν αἰῶνα, καὶ ζῶν ὁ τοῦ Θεοῦ Λόγος διατηρεῖ, καὶ ζωοποιεῖ. Εἰ δὲ δὴ βούλοιτό τις τὸ τοῦ Θεοῦ ῥῆμα νοεῖν τὴν ἐν- τολὴν αὐτοῦ· φαμὲν ὅτι καὶ τοῦτό ἐστιν οὐ μετρίως ὀνησιφόρον. ∆ιατηρεῖ γὰρ καὶ αὐτὸ τοὺς κατορθοῦν- τας αὐτὸ πρὸς μακραίωνα βίον· κατά γε τὸ παρ' αὐτοῦ τοῦ Σωτῆρος εἰρημένον· "6Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ ἴδη εἰς τὸν αἰῶνα. 9Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγ- γελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖ- σθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συν- άξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.9 Τοῖς τὸ θεῖον καὶ σωτήριον ἱερουργοῦσι κήρυγμα, φημὶ δὴ τοῖς ἁγίοις ἀποστόλοις καὶ εὐαγγελισταῖς, ἢ καὶ ἁπαξαπλῶς τοῖς κατὰ καιροὺς τῶν λογικῶν ποιμνίων προεστηκόσι, καὶ μυσταγωγικὸν ἔχουσι τὸ ἐπιτήδευμα, τίνα δὴ τρόπον εἶεν φιλόθεοί τε, καὶ διαβόητοι, καὶ τῆς ἀνωτάτω δόξης ἐπίμεστοι διαδείκνυσιν ἐν τούτοις. Οὐ γάρ τοι προσήκει, φησὶν, εὐαγγελιζόμενον τοῖς ἁπανταχοῦ τὴν δόξαν καὶ τὸ σωτήριον τοῦ Θεοῦ περιδεῶς, καὶ ὑπεσταλμένως, καὶ λανθάνειν σπουδάζοντα τοῦτο δρᾷν· ἀλλ' οἷον ὑψοῦ γεγονότας, καὶ ἅπασιν ὁρωμένους, καὶ ἐν πολλῇ παῤῥησίᾳ καθάπερ ἐν ὄρει πηδήσαντας δια- πρυσίῳ τρόπον τινὰ κεχρῆσθαι φωνῇ, καὶ δείματος ἐλευθέρᾳ. Ὃ δὴ καὶ ὑπάρξαι σφίσιν, αὐτοὶ οἱ θεσπέ- σιοι μαθηταὶ λιπαροῦντες, ἔφασκον πρὸς τὸν τῶν ὅλων κρατοῦντα