296
μέλλον πονηρὰν ἐλπίδα σχήσειν. Λίβερος δὲ ἰδίᾳ ἐδεῖτο Κράλη, πείθειν βασιλέα τὴν ἐκείνου θυγατέρα Μανουὴλ τῷ νεωτέρῳ υἱῷ κατεγγυᾷν· πυθέσθαι γὰρ περὶ Συργῆ, ὡς διαλύσειε τὸν γάμον θυγατρὸς διὰ τὸν πόλεμον, ἣν ἔτι περιόντος Ἀνδρονίκου βασιλέως τούτῳ δὴ κατηγγύησε τῷ Μανουήλ. καὶ ἐδόκει κἀκείνῳ δίκαια καὶ συμφέροντα ἀξιοῦν τοὺς στρατηγούς. διὸ καὶ ἀπήγγελλε βασιλεῖ τὰ παρ' ἐκείνων εἰρημένα καὶ συνεβούλευε πείθεσθαι αὐτοῖς, τοῦτον τὸν τρόπον προθύμως συστρατευσομένοις. ἐδεῖτό τε ἰδίᾳ καὶ περὶ Λιβέρου τῆς θυγατρὸς ἐπὶ γάμῳ συνάπτειν τῷ υἱῷ, καὶ μὴ τὸ διάφορον ἀμφοῖν τῆς εὐδοξίας, ἀλλὰ τὴν συντέλειαν, ἣν πρὸς τὰ παρόντα συντελέσειε, σκοπεῖν. πρὸς γὰρ τῷ καὶ τοῖς ἄλλοις Τριβαλοῖς πρὸς ἡδονὴν τὸν γάμον εἶναι τοῦ παιδὸς, 2.291 ἔτι καὶ Λίβερον αὐτὸν οὐ σύμμαχον ἕξειν ἔτι καὶ φίλον, ἀλλὰ δοῦλον ἀκριβῶς καὶ πάντα προησόμενον προθύμως ὑπὲρ τῶν αὐτῷ λυσιτελούντων· οὕτω γὰρ ἐπαγγέλλεσθαι καὶ αὐτόν. ἐδόκει μὲν οὖν πολλὴν ἐπιείκειαν καὶ εὐγνωμοσύνην τὸ τοιοῦτο Κράλῃ συμμαρτυρεῖν, εἰ τοῦ παρ' αὐτῷ δυνατωτάτου βασιλεῖ προστιθεμένου καὶ οὕτω φανερῶς ὑπὲρ ἐκείνου πάντα ποιήσειν ἐπαγγελλομένου, εἰ πείθοιτο μόνον τὴν ἐκείνου θυγατέρα συνοικίζειν τῷ υἱῷ, μήθ' ὑποπτεύειν αὐτὸς, μήτε κωλύειν ἐπεχείρει, συνέπραττε δὲ μᾶλλον. τοῦτο δὲ οὐ μᾶλλον τῆς ἐπιεικείας Κράλῃ ἦν, ἢ τῆς Λιβέρου περιουσίας καὶ τοῦ μεγάλα δύνασθαι παρὰ Τριβαλοῖς, ὥστε καὶ αὐτὸν Κράλην προσκρούειν ὀῤῥωδεῖν. ὁ μὲν οὖν Κράλης τοιαῦτα πρὸς βασιλέα διεξῄει, παρόντος καὶ Λιβέρου. βασιλεὺς δὲ ἐπείθετο πρὸς ἀμφότερα λυσιτελοῦντα ὁρῶν ἐν τῷ παρόντι, καὶ τήν τε ὑποψίαν ἀπωθεῖτο, ὡς ἀδικήσειέ ποτε καὶ ἐπιβουλεύσειε τοῖς συμμάχοις. οὐ γὰρ τοιαύταις αὐτὸς ἐπίστασθαι τοὺς φίλους ἀμείβεσθαι εὐεργεσίαις, ὅπου γε καὶ τοῖς πολεμοῦσι φανερῶς οὐδέποτε ἐπιβουλεύων ἐφάνη. καὶ τὸ πρὸς Συργὴν κῆδος οὐκ αὐτὸς διαλύειν πρῶτος ἔφασκεν, ἀλλ' ἐκείνου ἀπειπαμένου, μηδεμίαν αἰτίαν εἶναι, εἰ καὶ αὐτὸς ἑτέραν τῷ υἱῷ ἁρμόσεται. καίτοι γε οὐδ' εἰς τοσοῦτο δεσμῶν ἥκειν τὸν γάμον, ὥστε μὴ ἐξεῖναι διαλύειν· εἰ γὰρ μέχρι ὅρκων προεχώρει, ἐξ οὐδεμιᾶς ἂν αἰτίας ἐπεχείρησε διασπᾷν αὐτός. τοιγαροῦν ἀφιέ 2.292 ναι τὸν υἱὸν ἅμα μὲν γαμβρὸν ἐσόμενον Λιβέρῳ, ἅμα δὲ καὶ τῆς στρατιᾶς ἕνεκα τοῦ θαῤῥεῖν αὐτῷ, ὡς οὐδέποτε ἐπιβουλεύσειε· μὴ μέντοι παντάπασι διατρίβειν παρ' αὐτοῖς, ἀλλ' ἐπανήκειν πρὸς αὐτὸν, ἡνίκα ἂν καλοίη. Λίβερος δὲ ἐπεὶ ἀκούσειε βασιλέα πεπεισμένον πρὸς τὸ τὴν ἐκείνου θυγατέρα ἄγειν τῷ υἱῷ, προσεκύνει τε καὶ ἠσπάζετο τὸν βασιλέως πόδα, καὶ πολλὰς ὡμολόγει χάριτας ἐκείνῳ τε τῆς εὐεργεσίας καὶ Κράλῃ τοῦ συνεπιλαβέσθαι πρὸς τὸ ἔργον. τοῦτο δὲ λόγοις μόνον συνετίθετο ψιλοῖς· ὅρκοις δὲ ἢ δεσμοῖς τισιν ἄλλοις πρὸς τὸν γάμον οὐκ ἐχρήσαντο. μθʹ. Μετὰ δὲ τοῦτο τὴν στρατιὰν παραλαβὼν ἤδη παρεσκευασμένην περὶ θέρους ἐκβολὰς ἅμα καὶ Κράλη μετὰ γυναικὸς παρεπομένου ἄχρι τῆς Ῥωμαίων ὅρων ἡγεμονίας, ἐκεῖνοι μὲν οὖν ἀνεχώρουν συνταξάμενοι· βασιλεὺς δὲ τὴν τεταγμένην ἔχων στρατιὰν, ἐστρατοπέδευσεν ἐν Φεραῖς καὶ διήγαγεν ἐπὶ τρισὶν ἡμέραις διαλεγόμενος Φεραίοις περὶ τοῦ προσχωρεῖν αὐτῷ. Συργὴς γὰρ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Γυναικοκάστρου Φεραῖς ὀλίγον ἐνδιατρίψας, ἦλθε πρὸς Βυζάντιον, κἀκεῖθεν εἰς Ἀρμενίαν ἀπεχώρησεν, Ἀρμενίων ἐπὶ τὸ σφίσιν ἄρχειν αὐτὸν προσκαλεσαμένων, ἐκ πατρῴου προσηκούσης αὐτῷ κλήρου τῆς ἀρχῆς. Φεραῖοι δὲ οὐδὲν μᾶλλον ἢ πρότερον ἦσαν βασιλεῖ τῷ Καντακουζηνῷ παρεσκευασμένοι πολεμεῖν, καὶ τοὺς προσιόντας ἐπὶ τῷ διαλέγεσθαι λίθοις ἔβαλλον καὶ βέλεσιν ἀπὸ τῶν τειχῶν. ὅθεν καὶ ἡ στρατιὰ ὡς πολεμίων ἀδεῶς τὴν χώραν διεπόρθουν. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, Βράκτος τῶν ἡγεμόνων 2.293 τῆς στρατιᾶς ὁ διαφορώτατος ἐνόσησε καὶ διεκαρτέρησεν ἐκεῖ ἡ στρατιὰ ἐστρατοπεδευμένη μίαν ἡμέραν ἐπὶ δέκα. ἐπεὶ δ' ἐκεῖνος ῥᾴων ἦν, Λίβερος κατείχετο τῇ νόσῳ καὶ ἔδει τοσοῦτον χρόνον περιμένειν ἢ καὶ πλείω. ῥαΐσαντος δὲ ἐκείνου, οἱ λοιποὶ ἐνόσουν τῶν ἀρχόντων καὶ ἡ στρατιὰ σύμπασα σχεδόν. μέλιτος γὰρ ἐμφορούμενοι καὶ κρεῶν,