296
̓Αννίβᾳ. καὶ ος διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως ηλθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς αλλα τε πολλὰ ειπεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς ̓Ιταλίας δώσειν ὑπέσχετο, ιν' ἐν ἐλπίσι γενόμενοι ὡς καὶ ἑαυτοῖς πονήσοντες προθυμότερον ἀγωνίσωνται. 2.257 Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ αλλη Καμπανία κεκίνητο· καὶ οἱ ̔Ρωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ηχθοντο. ο γε μὴν ̓Αννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν αχρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· ους ὁ ̓Αννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν εδωκε. διὸ καὶ οἱ λοιποὶ μεθ' ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ αστεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ' αλλοις ἀπελθεῖν εἰπὼν οπῃ βούλοιντο, πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' ουν αὐτῶν καὶ περιεγένοντο εἰς υλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ετι αὐτῷ, ἀλλ' ἀντεῖχον εως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους ειδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον, καὶ τὸν ̓Αννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώσαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης ̓Ακερανοὺς ειλε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. ειτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν, ἐν ῳ ̔Ρωμαῖοί τε καὶ συμμάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οι τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, καὶ τὸν ̓Αννίβαν πολλάκις ἀπώσαντο, καὶ πρὸς λιμὸν γενναίως διεκαρτέρησαν· ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ' ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα επεμψαν· ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν ουτως τὰς τροφὰς αὐτοῖς χορηγῶν, επειτα πίθου τινὸς προσραγέντος ποι καὶ 2.258 συντριβέντος εγνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῷ λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθάρησαν, τὸ ετερον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρτέρουν, τὴν γέφυραν διακόψαντες. ειτα σπέρμα γογγυλίδος ἀπὸ τοῦ τείχους εις τι χωρίον εξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ινα καταπλήξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. οθεν ὁ ̓Αννίβας αφθονον αὐτοὺς εχειν τὴν τροφὴν οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύσαντο γὰρ αὐτοὺς οἱ εξω ̔Ρωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν. ̓Εν ῳ δὲ ταῦτα ἐγένετο, καὶ ἐκ ∆ελφῶν οἱ πεμφθέντες ἀνεκομίσθησαν, λέγοντες τὴν Πυθίαν χρῆσαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν. καὶ κατέλαβον τὸν ̓Αννίβαν καί οἱ παρεστρατοπεδεύσαντο, οπως τὰ πραττόμενα παρ' αὐτοῦ παρατηρῶσι. καὶ ο γε ̓Ιούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελλόμενα καὶ τοὺς ̔Ρωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ υπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν, καὶ ταλλα ἐπ' ισης επραττον. καταμαθὼν ουν τοῦτο ὁ ̓Αννίβας χειμέριον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ' ἑσπέρας ἀνεῖπε, τοῦ δὲ ̓Ιουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς αλλοτε αλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ιν' ἐν συνεχεῖ πόνῳ ἐκ τῆς ἀγρυπνίας καὶ τοῦ χειμῶνος ειησαν· αὐτὸς δὲ μετὰ τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ' ἡμέρα ἐπιλάμψειν 2.259 εμελλε, τὸ στράτευμά τε δῆθεν ἀνεκαλέσατο καὶ τῶν ̔Ρωμαίων τὰ οπλα ἀποθεμένων καὶ πρὸς ἀνάπαυλαν τραπομένων ἐπῆλθεν αὐτοῖς αφνω καὶ συχνοὺς ἀπέκτεινε καὶ τὸ τάφρευμα ἐκλειφθὲν ειλε. Τὰ δ' ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπιστροφῆς τινος παρὰ τῶν ̔Ρωμαίων ετυχον. υπατοι δὲ ο τε Γράκχος ὁ ιππαρχος καὶ Ποστούμιος ̓Αλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν ̓Αλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουΐων ἐφθάρη, δι' ορους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· ου τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραντες καὶ