296
Μυδαλέον. δίυγρον. Μύκινον. ειδος ἀγγείου. Μυκόνιον. τόπος. Μυλαῖον πεδίον. ἀπὸ τοῦ Μυλαίου τόπου. Μυρέλεον. τόπος. Μυρία. πολλά. ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους ἐν τῇ ψήφῳ. Μύρον. ἀπὸ τοῦ ἐκπιέζεσθαι καὶ ἀποστάζειν. μύρω γὰρ τὸ ῥέω. -οσον τ' ἐπιμύρεται ἰσθμός. Μῦσοσ. βδέλυγμα. Μυστήρια. θεωρία πνευματικὴ τὴν τῶν πολλῶν κατάληψιν διαφεύγουσα. παρὰ τὸ α τινα μύσαντα δεῖ τηρεῖν ενδον. Μύστρον. ἀπὸ τοῦ μυστίλλεσθαι καὶ μικρὰ ἐπαίρειν. Μύστλον. τὸ κοῖλον. παρὰ τὸ ἐοικέναι τῷ θαλασσίῳ μυΐ. καλεῖται δὲ μῦς ἐκεῖνο, οτι μύεται καὶ συγκλείεται, οτε θέλει. Μυστήριον. τὸ κατὰ Χριστὸν κήρυγμα παρὰ τῷ ̓Αποστόλῳ· ἀλλὰ λαλοῦμεν σοφίαν θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην. mu.1379 Μυστήριον. καὶ τὸ ἀπόῤῥητον. ὡς τό· ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα. τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς, δείκνυσι τὴν πρὸς αὐτοὺς ἀγάπην. ( ̔Ρῆμα.) Μυζῶ. τὸ ῥοφῶ. καὶ μυζεῖς ἀντὶ τοῦ θρηνεῖς. Μυκώμενοσ. ὡς βοῦς βοῶν. Μύκησαν. ηχησαν. Μύκω. τὸ ἀνοίγω. Μυκτηρίζω. ἐξουθενῶ. Μυλιόων. θρηνῶν. καὶ μυλιόωντες, τὰ χείλη κινοῦντες, ἀπὸ τοῦ ψύχους, η συγκρούοντες τὰς μύλας, η συνάγοντες. Μυνάμενοσ. προφασιζόμενος. μύνη γὰρ ἡ πρόφασις. Μύξεισ. θρηνήσεις. Μυντιζόμενοσ. παρακαμμύων. Μυούμενοσ. μυσταγωγούμενος. Μυρόμενοι. θρηνοῦντες. Μύρω. τὸ ῥέω. -οσον τ' ἐπιμύρεται ἰσθμός. Μυσαττόμενοσ. βδελυττόμενος. Μύσαντοσ. καμμύσαντος. mu.1380 Μύω. τὸ καμμύω. Μυωπάζω. ὀφθαλμιῶ. Μυωπίζω. πτερνίζω. ἀπὸ μύωπος, ητις ἐστὶ μυῖα ἐρεθίζουσα τοὺς βοῦς. ὡς δ' οτε μύωπι τετυμμένος-. †Μυδόωσαν. οζουσαν.† †Μύθεαι. λέγεις.† Μυλίζειν. τὸ κατευτελίζειν. τοῦ Ψελλοῦ· τὸ δέ γε ἀπεμύλιζε τὸ κατηυτέλιζέ πως. Τὸ Μ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Μωάβ. ἑρμηνεύεται λέβης τῆς ἐλπίδος μου, η λέβης ἀμεριμνίας· τουτέστιν ὁ ἀπόβλητος ανθρωπος, ὁ ἀπειλὴν εχων μὴ εἰσελεύσεσθαι εἰς ἐκκλησίαν κυρίου. οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης εως τρίτης γενεᾶς καὶ εως δεκάτης εἰς τὸν αἰῶνα. η Μωὰβ εντερον πατρὸς ἑρμηνεύεται. νοεῖται δὲ καὶ τὸ ἡμέτερον σῶμα. Μωδάδ· Μωδεείμ· Μωδεΐν· Μωδεάν. ὀνόματα κύρια. mu.1381 Μώλωψ. τραῦμα συνουλωθέν. κυρίως δὲ ἡ ἐκ βοείων λώρων γινομένη πληγή. ἀπὸ τοῦ βοὸς καὶ τοῦ λέπους, ο ἐστι δέρματος, ῳ οἱ ἱμάντες κατασκευάζονται. βοόλωψ καὶ μώλωψ. Μῶλοσ. †ὁ πόλεμος.† ἡ μάχη· η συμβολὴ τοῦ πολέμου. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Αρηα. παρὰ τὸν μώλωπα καὶ τὸν μολυσμὸν τὸν ἐν τῷ πολέμῳ καὶ τῇ μάχῃ. Μῶμοσ. ὁ ψόγος. Μωμοσκόποσ. ὁ φιλόψογος. Μώνυχεσ. τὰ μὴ διχηλοῦντα, οιον ιππος, ονος καὶ τὰ τοιαῦτα. ὡς ἀπὸ τοῦ ὀνόματος ονομα καὶ συνώνυμον, ουτως καὶ ἀπὸ τοῦ μόνος καὶ τοῦ ονυχος ἀποβολῇ τοῦ ˉν μοώνυχες καὶ κράσει τοῦ ˉο καὶ ˉω μώνυχες. καὶ μονώνυχες. †Μωνύχιοσ. ὁ μάταιος.† Μωρόσ. ὁ αφρων. ειρηται καὶ ἐπὶ τοῦ ἀθέου καὶ ἀπίστου, ὡς τό· ουτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. Μωραθί· Μωραῆ. ὀνόματα κύρια. Μῶροι. ἐθνικόν. Μῶφις, Μώφιδοσ. ονομα κύριον. Μώλωψ. ιχνος πληγῆς υφαιμον, θλασθένmu.1382 τος τοῦ σώματος ἐκ τῆς ἀντιτύπου τοῦ πλήmu.1382 ξαντος. κυρίως δὲ ἡ ἐκ βοείων λώρων γινομένη πληγή. (Θηλυκόν.) Μώκησοσ. πόλις. Μωκία. κύριον. μωκία καὶ ἡ λοιδορία καὶ ὁ ἐμπαιγμός. μετὰ τῆς συνήθους μωκίας. Μῶλος καὶ Μῶλα. ὀνόματα πόλεων. †Μώλυζα. σκόροδον μονοφυές.† Μώλυζαι. αἱ τῶν σκορόδων κεφαλαί. τοῦ Ψελλοῦ· αἱ τῶν σκορόδων κεφαλαὶ μώλυζα γέλγιθές τε. γράφεται καὶ γέγλιθες. (Οὐδέτερον.) Μῶλυ. ειδος βοτάνης, οπερ δέδωκεν ὁ ̓Οδυσσεὺς τοῖς ἑταίροις αὐτοῦ καὶ ἀποκατέστησεν αὐτοὺς ἀνθρώπους ἀπὸ τῆς ἀλλοιώσεως τῆς Κίρκης. παρὰ τὸ μωλύειν, τουτέστι καταπραΰνειν καὶ καταστέλλειν τὰς φθοροποιοὺς νόσους. †Μωλυρόν. βραδύ.† Μῶμαρ. ὁ ψόγος. Μωμητά. ἐπίψογα. Μωλάχιον. ειδος βοτάνης. Μωλύτερον. τὸ ἀμβλύτερον. παρὰ τὸ μωλύειν. Μῶρυ. τὸ οξος. Μῶσ. τὸ υδωρ παρ' Αἰγυπτίοις. καὶ μῶϋ. mu.1383 ( ̔Ρῆμα.) Μωκεύειν. μέμφεσθαι. Μωκῶ. τὸ λοιδορῶ. μωκώμενος. Μωκίζω. †τὸ μυκτηρίζω.† τὸ ἐμπαίζω. Μωλωπίζω. τραυματίζω. Μωλύειν. πραΰνειν,