1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

296

«Ὃς φυτεύσει συκῆν, φάγεται τοῦ καρποῦ αὐτῆς.» «Χεῖρες ἀνδρείων πλουτίζουσιν. Ὁ συνάγων ἑαυτῷ μετ' εὐσεβείας, πληθυνθήσεται.» «Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐκτείνει εἰς ἄτρα 96.401 κτον.» Καὶ πάλιν· «Ἤρεισεν αὐτῆς τοὺς βραχίονας εἰς ἔργον, καὶ ἐγεύσατο ὅτι καλὸν τὸ ἐργάζεσθαι. «Ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.» «Κρείσσων ἐργαζόμενος ἐν πᾶσιν, ἢ δοξαζόμενος, καὶ ἀπορῶν ἄρτου. «Ἐν πᾶσιν ἔργοις σου ἐξεγείρου, καὶ μὴ ἄργει.» «Ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα», καὶ τὰ λοιπά. «Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Μνημονεύετε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπεν ὅτι Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν.» Τί τῶν ἀγαθῶν εὔκολον; τίς καθεύδων τρόπαιον ἔστησεν; τίς τρυφῶν, καὶ καταυλούμενος, τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη; Οὐδεὶς μὴ δραμὼν ἀνείλετο βραβεῖον. Πόνοι γεννῶσι δόξαν, κάματοι δὲ προξενοῦσι στεφάνους. Τὸν ἐμφράζοντα ἡμῖν τὰς εἰς σωτηρίαν ὁδοὺς νικήσωμεν τῇ συνέσει. Ἐκεῖνος τὸν ὄκνον ἡμῖν ἐποίει· ἡμεῖς διαναστῶμεν πρὸς ἐργασίαν· ἐκεῖνος δὲ κεναῖς ἐπαγγελίαις τὰς καρδίας ἡμῶν ἐξαπατάτω· ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον ποιεῖ ὑμᾶς ταμιεύεσθαι; Οἱ ἐκ μακρᾶς συνηθείας μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσιν τοῖς ἐγγεγυμνασμένοις. Ἔστιν ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. Ἐὰν φύγωμεν τῆς σαρκὸς τὰ ἐπίπονα, οὐκ ὀψόμεθα τὰ ἀγαθὰ τῶν δικαίων. Μικρὸν κοπιάσωμεν, ἀγαπητοὶ, ἵνα μὴ τῶν αἰωνίων ἐκπέσωμεν ἀγαθῶν. Πρὸς ὀλίγον χρόνον ὁ κάματος, καὶ εἰς αἰῶνα αἰῶνος ἡ ἀνάπαυσις. Ὅπου πλείων ὁ κόπος, ἐκεῖ μείζων ἡδονή. Οὐκ ὀκνεῖ ὁ εὖ φρονῶν πρὸς τοὺς πόνους, διὰ τοὺς ἐκ τῶν πόνων καρπούς. Πανταχοῦ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώποις πέφυκε τὰ χρήσιμα παραγίνεσθαι. Οἱ πόνοι τῶν ἀγαθῶν πανταχοῦ χορηγοί. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη ἡ βία καλὴ, Θεὸν βιάζεσθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βιαίους, μᾶλλον δὲ βεβαίως ἀντεχομένους, συνεχώρησεν, καὶ εἶξεν. Χαίρει γὰρ τὰ τοιαῦτα ἡττώμενος. Ἄτοπόν ἐστι διώκειν τὰς τιμὰς, καὶ φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαὶ πεφύκασι γίνεσθαι.

ΤΙΤΛ. ςʹ. -Περὶ φιλαρχίας· καὶ ὅτι οὐ χρὴ ἀπροόπτως ἐπιπηδᾷν ταῖς ἀρχαῖς. «Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ

εὐλογηθήσεται.» «Μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς.»

ΤΙΤΛ. Ζʹ. -Περὶ φίλων χρηστῶν.

«Προσέθετο Ἰωνάθαν ὀμόσαι τῷ ∆αβὶδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτοῦ.» «Ἀπεκρίθη Ἰωνάθαν τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἵνα τί ἀποθνήσκει ∆αβίδ; τί πεποίηκεν; Καὶ ἐφηρπάσατο Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν. Καὶ ἔγνω Ἰωνάθαν, ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρὸς αὐτοῦ, τοῦ θανατῶσαι τὸν ∆αβὶδ, καὶ ἀπεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν τῇ ἡμέρᾳ τοῦ μηνὸς τῇ δευτέρᾳ ἄρτον. Ἀνέστη ∆αβὶδ ἀπὸ τοῦ Ἐργὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησε τὸν Ἰωνάθαν τρὶς, καὶ κατεφίλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης. Καὶ εἶπεν Ἰωνάθαν πρὸς ∆αβίδ· Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες· Κύριος ἔσται μάρτυς ἐνώπιον ἐμοῦ καὶ σοῦ, καὶ ἀναμέσον τοῦ