296
τετυχηκότας ἀχαριστίαν νοσεῖν. δʹ. "Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ." Ὧν ἔτυχον ἀγαθῶν, καὶ τοὺς ἄλλους ὁμοφύλους ἀπολαῦσαι ποθοῦσι, καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολοῦσι μεταδοῦναι τῆς ἐλευθερίας κἀκείνοις, ὥστε χειμάῤῥουν μιμεῖσθαι τῶν ἐπανιόντων τὸ πλῆθος. Νότον δὲ τὴν Ἱερουσα λὴμ καλῶν, ἀπὸ τῆς θέσεως τέθεικε τὴν προσ ηγορίαν· οὕτως αὐτὴν καὶ Ἰεζεκιὴλ, καὶ Ἀββακοὺμ ὀνομάζουσι. ∆ηλοῖ δὲ καὶ ἕτερον ὁ λόγος. Ὁ γὰρ νότος ἄνεμος ὑγρὸς ὢν, νεφῶν τὸν ἀέρα πληροῖ, καὶ ὄμβρους ἐπάγει σφοδρούς· καὶ μέντοι καὶ τὴν χιόνα πεφυκὼς διαλύειν, ἐμπίπλησι τοὺς χειμάῤῥους ὑδά των. Οὕτω τοιγαροῦν, φησὶ, καὶ τοὺς ἡμετέρους ὁμο φύλους πανταχοῦ διεσπαρμένους κέλευσον ἀθροι σθῆναι, καὶ χειμάῤῥου δίκην τὴν πορείαν ποιή σασθαι. εʹ. "Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι." Οὐ μάτην δὲ τὰς ἱκετείας ποιούμεθα, ἀλλὰ τοὺς τῶν δακρύων εἰδότες καρπούς. Οἱ γὰρ μετὰ τούτων τὰ σπέρματα καταβάλλοντες, δαψιλῆ τὸν ἀμητὸν ὁρῶντες εὐφραίνονται. 80.1892 ʹ. "Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλ λοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν." ∆ια φόρως τὴν αὐτὴν διάνοιαν εἴρηκε, τῇ ποικιλίᾳ τῆς διδασκαλίας πλείονα τὴν ὠφέλειαν πραγματευό μενος.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν τοῦ Σολομών." Πά λαι μὲν τὸν θεῖον νεὼν
Σολομὼν ᾠκοδόμησε, κα ταλυθέντα δὲ ὑπὸ Βαβυλωνίων Ζοροβάβελ ἀν έστησε. Τοῦτον οἶμαι Σολομῶντα ὀνομάζεσθαι, καὶ ὡς ἐκ Σολομῶντος τὸ γένος κατάγοντα, καὶ ὡς Σο λομῶντος ἀνανεούμενον ἔργον. Οὐδὲ γὰρ τῇ Σολο μῶντος οἰκοδομίᾳ ὁ προφητικὸς ἁρμόττει λόγος, ἀλλὰ τῇ μετὰ τὴν ἐπάνοδον ὑπὸ τοῦ Ζοροβάβελ γε γενημένῃ. Τηνικαῦτα μὲν αὐτοὶ οἰκοδομεῖν ἐπει ρῶντο, διεκώλυον δὲ οἱ γειτονεύοντες, καὶ αὐτοὶ συνεχῶς πολεμοῦντες, καὶ τὴν Περσῶν κατ' αὐ τῶν ἐρεθίζοντες βασιλείαν. Καὶ ταῦτα ἡ τοῦ Ἔσδρα σαφέστερον διδάσκει γραφή· οἱ περὶ τὸν Ζο ροβάβελ τοίνυν, καὶ Ἰησοῦν τὸν τοῦ Σαλαθιὴλ, καὶ οἱ μετ' αὐτῶν εὐσεβείᾳ κοσμούμενοι, τήνδε τὴν εἰσ ήγησιν προσφέρουσι τοῦ ψαλμοῦ· "Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο μοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων." Μηδεὶς μήτε τῶν οἰκο δομούντων, μήτε τῶν φυλαττόντων, τῇ οἰκεία δυνά μει θαῤῥείτω, ἀλλὰ τὴν θείαν ἐπικαλείσθω ῥοπήν. Ταύτης γὰρ συνεργούσης ἑκάτερον ῥᾴδιον· ἀναβαλ λομένου δὲ τοῦ Θεοῦ τὴν βοήθειαν, μάταιος ἡ τῶν ἀνθρώπων σπουδή. βʹ. "Εἰς μάτην ὑμῖν ἐστι τοῦ ὀρθρίζειν, ἐγεί ρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύ νης." Τὸ ἐγείρεσθε οὐκ ἔστι προστακτικὸν, ἀλλὰ ἀπαρέμφατον. Λέγει δὲ ὅτι πάντα μάταια, τοῦ Θεοῦ τῶν ὅλων μὴ συνεργοῦντος, καὶ τὸ ὀρθρίζειν, καὶ τὸ ἀνίστασθαι, εἴς τε φυλακὴν τῆς πόλεως, καὶ εἰς τὴν προκειμένην οἰκοδομίαν. ∆ιὸ παραινεῖ τοῖς μετ' ὀδύνης τὸν ἄρτον ἐσθίουσι διὰ τὰς τῶν πολεμίων ἐπαναστάσεις, εἰς τὸν Θεὸν τὰς ἐλπίδας ἔχειν. "Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὑτοῦ ὕπνον. [γʹ.] Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, μισθὸς τοῦ καρποῦ τῆς γαστρός." Ὕπνον ἐνταῦθα τροπικῶς τὴν ἀνάπαυσιν προσηγόρευσεν· ἀνάπαυλαν δὲ καὶ ὁ ὕπνος τοῖς ἀνθρώποις παρέχει. Τοῦ Θεοῦ τοίνυν, φησὶ, τῆς οἰκείας ἀξιοῦντος κηδεμονίας, δυνησόμεθα τῶν πολεμούντων περιγενέσθαι, καὶ ἀπόνως οἰκοδο μῆσαι, καὶ διάγειν ἀσφαλῶς, καὶ δίχα φροντίδος καθεύδειν, καὶ πλειόνων παίδων γενέσθαι πατέρες κατὰ τὴν θείαν ὑπόσχεσιν. Ὑπέσχετο γὰρ ποιήσειν ἡμῶν τὸ γένος, ὡς τὴν ἅμμον τὴν παρὰ τὸ χεῖλος 80.1893 τῆς θαλάσσης. Τοῦτο καὶ ἐνταῦθα ἔφη· "Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός·" τουτέστιν, ἡ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις ἡμῖν μισθὸς τοῖς εἰς αὐτὸν ἠλπικόσι δεδώρηται. δʹ. "Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν τετιναγμένων." Ὁ δὲ Θεοδοτίων, Ὡς βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως