296
ἀποκατάστασιν· τρίτην δέ, ᾗ καὶ μᾶλλον κατακέχρηται ἐν τοῖς ἑαυτοῦ λόγοις ὁ ἐν ἁγίοις Γρηγόριος Νύσσης, ἐστὶν αὕτη, ἡ τῶν ψυχικῶν δυνάμεων τῇ ἁμαρτίᾳ ὑποπεσουσῶν εἰς ὅπερ ἐκτίσθησαν πάλιν ἀποκατάστασις· δεῖ γὰρ ὥσπερ τὴν ὅλην φύσιν ἐν τῇ ἀναστάσει τὴν τῆς σαρκὸς ἀφθαρσίαν χρόνῳ ἐλπιζομένην ἀπολαβεῖν, οὕτως καὶ τὰς παρατραπείσας τῆς ψυχῆς δυνάμεις τῇ παρατάσει τῶν αἰώνων ἀπολαβεῖν· καὶ περάσασαν τοὺς πάντας αἰῶνας καὶ μὴ εὑρίσκουσαν στάσιν εἰς τὸν θεὸν ἐλθεῖν τὸν μὴ ἔχοντα πέρας καὶ οὕτως τῇ ἐπιγνώσει, οὐ τῇ μεθέξει τῶν ἀγαθῶν ἀπολαβεῖν τὰς δυνάμεις καὶ εἰς τὸ ἀρχαῖον ἀποκατασταθῆναι καὶ μὴ δειχθῆναι τὸν δημιουργὸν αἴτιον τῆς ἁμαρτίας. Οὐδὲν οὖν ἕτερόν ἐστιν ἡ τρίτη ἀποκατάστασις· περὶ γὰρ τοῖν δυοῖν ἀναμφίλεκτον ἢ ὅπερ δεδογμάτισται τῷ ἀποστόλῳ, τοῦ τὸ ἁμαρτητικὸν ἔργον κατακαῆναι καὶ τὸν πεπραχότα σωθῆναι ἀκατάκαυστον, οὕτως δέ, ὡς οὐ μετέχοντα τῶν ἀγαθῶν, ἀλλ' ἐπιγινώσκοντα τὴν στέρησιν τῆς μεθέξεως. καὶ μάλα εἰκότως εἴρηται τῷ πατρὶ "4καὶ μὴ δειχθῆναι τὸν δημιουργὸν αἴτιον τῆς ἁμαρτάς"5· ὃ μὲν γὰρ παρὰ θεοῦ, ἤγουν ἡ καθ' ἡμᾶς φύσις, ὡς ἐκ τοῦ ὄντος παραχθεῖσα, ἀνάλωτος τῷ πυρὶ ἐκείνῳ, ὃ δὲ οὐκ ἐκ θεοῦ, ἤτοι ἡ ἁμαρτία, ἀλλὰ τῇ τοῦ πράξαντος δημιουργηθεῖσα προαιρέσει, ὡς οὔ τι τῶν ὄντων οὖσα, ἀλλὰ παρυφιστᾶσα οἰχήσεται, ἀκατάτακτος οὖσα τοῖς οὖσιν. οὕτως οὖν, κἂν μήτε Γρηγόριος ὁ Νυσσαεύς, κἂν μήτε Μάξιμος ὁ πατὴρ λέγοι, ἀλλά γε ὁ μέγας ἀπόστολος ἀπέφησεν ὅτι ἄμειψις διάπυρος εἴη τῆς ἁμαρτίας, ἡ δὲ ἔμφασίς ἐστιν ἀποκαταστάσεως, ὡς εἴρηται τῷ πατρί, οὐκ Ὠριγενιαστική, ἄπαγε· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος οὐδὲ συμφώνησις ἁγίοις πρὸς αἱρεσιάρχας, πρὸς οὕς, σφετεριζομένους τὰ τοῦ θειοτάτου Γρηγορίου ἱερὰ δόγματα πρὸς τὴν σφῶν κακόνοιαν, καὶ ἡ ἀνόθευτος καὶ ὁ κλεπτέλεγχος, ἀλλ' οὐκ ἐπ' ἀνατροπῇ τῶν προειρημένων, ὡς ἐμοὶ φαίνοιτο. εἰ δέ τι βαθύτερον ἐξευρεθείη τῷ ἁγιωτάτῳ μητροπολίτῃ, ἀκουσόμεθα πάλιν· ἐπεὶ καὶ ὁ ἱερώτατος ἡμῶν πατριάρχης, ἀκηκοὼς τὰ λεχθέντα τῷ ἁγίῳ Μαξίμῳ, οὐδὲν ἀπεμφαῖνον τηνικαῦτα ἔφησεν. 472 {1Εὐφροσύνῃ ἡγουμένῃ}1 Ἀκηκοὼς καὶ νῦν ὅτι παρεμυθήθη σου ἡ τιμιότης ἀπὸ τοῦ περὶ τὴν μακαρίαν μητέρα πάθους εὐχαρίστησα τῷ Κυρίῳ, ὃς ἐγνώρισέ σε καὶ φιλομήτορα γνησιεύουσαν καὶ φιλόθεον ἀριστεύουσαν, τὸ μὲν διὰ τοῦ ἀγαπητικοῦ λυπηροῦ, τὸ δὲ διὰ τοῦ συμμεμετρημένου παρακλητικοῦ· ἐξ ὧν ἀποδέδεικται ὅτι καὶ μητέρα καὶ θεὸν ἠγάπησας. ἀλλὰ δεῦρο, κυρία, χαίρουσα καὶ τρέμουσα βάδιζε τὴν ὁδόν σου, χαίρουσα μὲν ὅτι ἠξίωσαι τοιαύτης μητρὸς θυγάτηρ χρηματίσαι, τρέμουσα δὲ ὅτι τὸ τῆς προστασίας φροντιστήριόν σοι πάρεστιν, οὗ οὐχ ὁ τυχὼν ἀγὼν οὐδὲ εὐκαταφρόνητος ὁ μισθός, ἀλλὰ καὶ λίαν ἀμφοτέρωθεν τὸ ὕψωμα τοῖς νοῦν ἔχουσιν. Σὺ οὖν ὡς ἐχέφρων, ὡς συνετή, ὡς μητρόθεν ἠγμένη ἐν πνεύματι ἄριστον βίον καὶ κεκανονισμένον διέλασον, τύπον ἑαυτὴν προθεῖσα ἀγαθοεργίας ταῖς ἀδελφαῖς. μὴ νυστάξῃ τὸ ὄμμα τῆς καρδίας σου ἀπὸ φυλακῆς τῶν ἐντολῶν τοῦ θεοῦ, μὴ βύσῃς τὸ οὖς τῆς ψυχῆς εἰσακούειν φωνῆς διδασκαλικῆς, διδασκομένη καὶ διδάσκουσα, φωτιζομένη καὶ φωτίζουσα, χειραγωγουμένη καὶ χειραγωγοῦσα, προσαγομένη θεῷ καὶ προσάγουσα. ἀκουστὸν εἴη τὸ ὄνομά σου ἐν ἀγαθῇ πολιτείᾳ, ὡς ἂν δοξάζηται θεὸς ἐν σοὶ καὶ ἐν τῇ μονῇ σου, μὴ χυδαιουμένη κατὰ τὴν τῶν πολλῶν χλιαρότητα, ἀλλὰ ἀκριβαζομένη κατὰ τὴν διαταγὴν τοῦ πνεύματος ἐν ἑνὶ φρονήματι, ἐν ἑνὶ θελήματι, ἐν μιᾷ καρδίᾳ τε καὶ ψυχῇ, μιμήσει τῶν ἐν ἀποστολικαῖς πράξεσιν ἱστορουμένων ἁγίων· ἦν γάρ, φησί, πάντων μία ψυχὴ καὶ καρδία, καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Αὕτη ζωὴ ἀγαθή, αὕτη μερὶς Κυρίου, τοῦτο κοινόβιον ἀληθινόν· οὗ δὲ οὐ ταῦτα, τοὐναντίον δῆλον ὅτι. ἡλίκη σοι χαρὰ καὶ δόξα, τιμιωτάτη, ἀλλὰ γὰρ καὶ τοῖς τέκνοις σου, ἀποστολικῶς πολιτεύεσθαι, πατροπαραδότως ἄγεσθαι, εὐγενοπρεπῶς· τοῦτο γὰρ εὐγένεια,