297
περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα· βοῦς τε γὰρ ιππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ. οἱ δ' υπατοι Γράκχος καὶ Φάβιος στρατοπεδευσάμενοι τόν τε ̓Αννίβαν ἐν Καπύῃ οντα ἐπετήρουν ο,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμμάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο, τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ' ̓Αννίβας εως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων, σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ελαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν, τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς εὐθυμίας ἠλαττώθησαν, καὶ τὴν πάτριον ἀμείψαντες δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ηδη ἐπέκειτο, ἐς ορη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ' οὐχ οιοί τε δι' ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οικοθεν αλλης τε καὶ ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε. καὶ ἐπὶ τὴν Νῶλαν ὡς αἱρήσων αὐτὴν η τόν γε Μάρκελλον τὴν Σαυνίτιδα πορθοῦντα ταύτης ἀπάξων ωρμησεν. ὡς δ' 2.260 οὐδὲν ἐπέραινε, τῆς μὲν πόλεως ἀπέστη, τὴν δὲ χώραν εκειρε, μέχρις ου μάχῃ κατὰ τὸ ἰσχυρὸν ἡττήθη, ἐφ' ῳ καὶ ηλγησε. πολλοὶ μὲν γὰρ Ιβηρες, πολλοὶ δὲ καὶ τῶν Λιβύων ἐγκατέλιπον αὐτὸν καὶ πρὸς τοὺς ̔Ρωμαίους ηὐτομόλησαν, ο ουπω πρῴην επαθε. καταγνοὺς δ' ἐκ τούτου καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν, πᾶσαν τὴν γῆν ἐκείνην ἐξέλιπε καὶ εἰς τὴν Καπύην ἀνεχώρησεν· ειτα κἀκεῖθεν μετέστη. Οἱ δὲ Σκιπίωνες τόν τε Ιβηρα ποταμὸν διέβησαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν ̓Ασδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν ̓Ασδρούβαν η τὸν ̓Αννίβαν δεῖσθαι βοηθείας, καὶ φοβηθέντες μὴ καὶ ἐς τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν ̓Αννίβᾳ βραχεῖαν δύναμιν επεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν ̓Ιβηρίαν τάχιστα ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς ̓Ιβηρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ καταμεῖναι, τὸν δὲ ̓Ασδρούβαν ἐπὶ τὴν ̓Ιταλίαν σὺν δυνάμει σταλῆναι. ο γνόντες οἱ Σκιπίωνες οὐκέτ' ἐμαχέσαντο, ινα μὴ κρατήσας ισως ὁ ̓Ασδρούβας εἰς τὴν ̓Ιταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν ̔Ρωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης, καὶ οτι καὶ πόλεις συχναὶ πρὸς τοὺς ̔Ρωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς αὐτοῖς προσεχώρησαν, πλέον η διενοεῖτο ὁ ̓Ασδρούβας κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν ̓Ιταλίαν εὐθὺς τοὺς προσχωρήσαντας εστειλαν, αὐτοὶ δὲ τὰ 2.261 ἐν τῇ ̓Ιβηρίᾳ καθίστων, καὶ τοὺς τῶν Ζακυνθίων ὑπηκόους τοὺς καὶ τοῦ πολέμου καὶ τῆς συμφορᾶς αἰτίους αὐτοῖς γενομένους ἑλόντες τό τε πόλισμα κατέσκαψαν καὶ τοὺς ἀνθρώπους ἐπώλησαν καὶ τὴν Ζάκυνθον μετὰ τοῦτο κομισάμενοι τοῖς ἀρχαίοις πολίταις ἀπέδοσαν. τοσαύτῃ τε ἀκριβείᾳ περὶ τὴν λείαν ἐχρήσαντο ὡς μηδὲν οικοι πέμψαι· τοῖς μὲν γὰρ συστρατευομένοις ἐπέτρεπον τοῦτο ποιεῖν, αὐτοὶ δὲ ἀστραγάλους τοῖς τέκνοις επεμψαν. οθεν ἡ γερουσία, παραιτουμένου τοῦ Γναίου ιν' ἀπελθὼν οικαδε προῖκα τῇ θυγατρὶ ἐρανίσῃ ὡραίᾳ ουσῃ ἀνδρός, ἐψηφίσαντο ἐκ τοῦ δημοσίου προῖκα δοθῆναι αὐτῇ. ̓Εν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδὼ αντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι' ὀλίγου κατέστη, καὶ ὁ ̓Ασδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω, καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακεδονίας βασιλεὺς Φίλιππος φανερώτατος τῶν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ ̔Ελλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν ̓Αννίβαν εθετο ωστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν ̓Ιταλίαν τοὺς Καρχηδονίους λαβεῖν, τὴν δ' ̔Ελλάδα καὶ τὴν Ηπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν ουν ὁμολογία ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ τοῦ Φιλίππου πεμφθέντος πρὸς τὸν ̓Αννίβαν