297
καταστέλλειν, η τὸ ἀμβλύνειν καὶ κωλύειν. ἀπὸ τοῦ μὴ ὀλλύειν, η ἀπὸ mu.1384 τοῦ κωλύειν. εχων μὲν ἐν τῇ χειρὶ μῶλυ, ο ἐστι φάρμακον. εστι δὲ ειδος βοτάνης. Μωμήσεται. μέμψεται. Μωμεύειν. μέμφεσθαι. Μῶ. τὸ ζητῶ. †Μῶν. ἀντὶ τοῦ αρα. μῶν ηλθεν.† nu.1383 Ν. Τὸ Ν μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Ναασσών. ουτος εκτος ἀπὸ ̓Ιούδα ων θυγατέρα τοῦ ̓Ααρὼν ἠγάγετο. χρὴ ουν ἐπισημήνασθαι, οτι ἐνταῦθα συνήφθη ἡ βασιλικὴ φυλὴ τῇ ἱερατικῇ καὶ λευϊτικῇ· ἐκ γὰρ τοῦ Λευῒ ̓Ααρών. Ναβουθαί. κύριον. Νάβησ. κύριον. Ναβουζαρδᾶσ. ἑρμηνεύεται γαστρίμαργος. Ναζιραῖοσ. μόναχος, ἡγιασμένος καὶ ἀφιερωμένος τῷ θεῷ. Ναζωραῖοσ. αγιος ἑρμηνεύεται. η κατά τινας ανθος. εὑρίσκεται τοῦτο παρὰ πολλοῖς τὸ ονομα. nu.1384 Ναίεθος καὶ Ναῖσοσ. ποταμοί. Νέσος δὲ, κύριον, ψιλόν. Νακοτίλται. οἱ τῶν προβάτων κουρεῖς· νάκη γὰρ τὰ δέρματα. Νάνοι καὶ νανοφυεῖσ. οἱ κολοβοὶ τῶν ἀνθρώπων καὶ μὴ αὐξανόμενοι. παρὰ τὸ ανω ανος, καὶ μετὰ τοῦ νὴ στερητικοῦ νήανος, καὶ κατὰ συγκοπὴν νάνος καὶ νάνοι. Ναόσ. ἑτέρα οὐσία τοῦ κατοικοῦντος παρὰ τὸ κατοικοῦν. Νασμόσ. ομβρος. ἀπὸ τοῦ νάω, τὸ ῥέω. οθεν καὶ νᾶμα καὶ ναύτης. Ναστῆρασ. οἰκήτορας. καὶ ναατῆρας. nu.1385 Νασσαραῖοι. ουτοι θυσίας μὲν οὐ θύουσιν, οὐδὲ ἐμψύχων μετέχουσιν· ἀρνοῦνται δὲ τὴν πεντάτευχον, τὸν Μωσῆν δεχόμενοι, καὶ λέγοντες, ὡς οὐ ταύτην τὴν εὑρισκομένην νομοθεσίαν, ἀλλ' ἑτέραν ὁ Μωσῆς ἐδέξατο. Ναύαιθοσ. κύριον. Ναυῆ. κύριον. Ναβὶ δὲ καὶ Νεμὶν, ˉι. Ναύαιθοσ. ποταμὸς ̓Ιταλίας. τῶν ἐξ ̓Ιλίου πλεόντων ̔Ελλήνων κατήχθησαν εἰς τὸν ποταμὸν τοῦτον. αἱ δὲ αἰχμάλωτοι, εὐλαβούμεναι τὴν ἐν τῇ ̔Ελλάδι δουλείαν καὶ τὴν ἐσομένην ζηλοτυπίαν τῶν γυναικῶν αὐτῶν, ἐνέπρησαν τὰς ναῦς. καὶ ὁ μὲν ποταμὸς ὠνόμασται Ναύαιθος ἀπὸ τοῦ αιθω, τὸ καίω, αἱ δὲ γυναῖκες ναυπρηστίδες, αἱ δὲ νῆες πρηστίδες. Ναύαρχοσ. ὁ τῶν νηῶν αρχων. Ναυσιπόροσ. ὁ διὰ τῆς νηὸς περῶν. Ναύσταθμοσ. ὁ λιμήν. Ναύλοχοσ. ὁ λιμὴν, ἐν ῳ αἱ νῆες κοιμῶνται. οθεν καὶ εὐναὶ αἱ ἀγκύραι· εὐνάζουσι γὰρ τὴν ναῦν. †Ναυτίλοσ. ὁ ναύτης.† nu.1386 Νάρθηξ. παρὰ τὸ νέρθεν, οιον κάτωθεν τοῦ αμβωνος κεῖσθαι. σημαίνει δὲ καὶ τὸ κοινῶς λεγόμενον ναρθήκιον, καὶ γίνεται παρὰ τὸ νεαρὸν, ο σημαίνει τὸ ὑγρόν. (Θηλυκόν.) Ναῦλα. ειδος ὀργάνου. Νακώλεια. τόπος. Ναΐδεσ. αἱ Νύμφαι. Νάξος καὶ Ναξία. νῆσος. Νάπη. τὸ εδαφος. η υλη, η ὀρεινὸς τόπος. Νάρκη. εκλυσις μελῶν, καὶ ονομα ἰχθύος. Ναύπακτοσ. παρὰ τὸ ναυπήγιον γενέσθαι τῶν ̔Ηρακλειδῶν ἐκεῖ. Ναυσικάα. ταῖς ναυσὶ κεκασμένη. Ναυαγία. κλυδωνισμὸς, ὡς εὐπραγία. Ναῦσ. τὰς νῆας. τὸ δὲ νῆας ἀπὸ τοῦ νῆσαι, τὸ σωρεῦσαι. Ναυμαχία. ἡ διὰ πλοίων μάχη. Ναῦφιν. ητοι ταῖς ναυσί. κρᾶσις ἐστὶ τοῦ ˉα καὶ ˉο εἰς τὴν αυ δίφθοργον. ἀπὸ τοῦ ναῦς γὰρ, ναὸς, γίνεται ναόφιν καὶ ναῦφιν. οιον· ναῦφιν ἀμυνόμενοι- ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες. nu.1387 Ναύπλιοσ. ἡ ἐν θαλάσσῃ πρόοδος. καὶ ναυπλίειον. Ναυτιλία. ἡ ναυτική. Ναυτία. *Ναυτιῶ. τὸ κλυδωνίζομαι, η μεταφέρομαι ἀπὸ ἑνὸς τόπου εἰς αλλον. η καταποντίσαι.* Νάφθα. τὸ θεῖον. η πίσσα ὑδατώδης. Ναχιάστεωσ. τόπος. (Οὐδέτερον.) Ναζώρειον. ορος. Νάκεσι. δέρμασιν αἰγείοις. καὶ νάκη ἐπὶ θηλυκοῦ. κωδία καὶ κώδιον, τὸ τοῦ προβάτου. Ναστόν. μεστόν· πλῆρες· σκληρόν. Νᾶμα. ποτόν· υδωρ. ἀπὸ τοῦ νάω, τὸ ῥέω. Νάπυ. τὸ σίνηpi. κατὰ στέρησιν τοῦ ἠπίου διὰ τὴν δριμύτητα. ( ̔Ρῆμα.) Νάει. ῥεῖ. Ναίω. τὸ οἰκῶ. ναίων ̓Ιωνᾶς ἐν μυχοῖς θαλαττίοις. Ναιετάωσιν. οἰκοῦσι. ἀπὸ τοῦ ναίω, ναιέτης, ναιετῶ, ὡς κυνηγέτης, κυνηγετῶ. καὶ εδει μὲν ναιετάουσιν, ὡς βοάουσιν· ἀλλ' εστιν ομοιον τῷ ἱδρῶσα. Ναυλοχῶ. τὸ ἐλλιμενίζω. Ναυτιλλόμενοι. οἱ πλέοντες ναῦται. Νάσσα. εκτισα. Ομηρος· καί κέ οἱ Αργεϊ νάσσα πόλιν καὶ δώματ' ετευξα. nu.1388 ( ̓Επίῤῥημα.) Ναὶ μήν. οντως· δή. Ναίxi. ἀντὶ τοῦ ναὶ, ̓Αττικῶς. Τὸ Ν μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Νεανίσκοσ. ἀπὸ ἐτῶν εικοσι τριῶν εως ἐτῶν τριακοντατεσσάρων η τεσσαρακονταενός. Νεανίασ. παρὰ τὸ νέος γέγονε νεὰν, ὡς μέγιστος μεγιστὰν, καὶ παράγωγον ἐξ αὐτοῦ νεανίας καὶ νεανίσκος. Νεβρόσ. τὸ τῆς ἐλάφου γέννημα, ὁ νεωστὶ ἐπὶ βορὰν ἐληλυθώς. η νεβρὸν