1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

297

σπέρματός σου ἕως αἰῶνος. Καὶ ἀνέστη ∆αβὶδ, καὶ ἀπῆλθεν, καὶ Ἰωνάθαν εἰσῆλθεν ἐν τῇ πόλει.» «Ἀλγῶ, ἐπὶ σὲ, ἀδελφέ μου Ἰωνάθαν. Ὡραιώθης μοι σφόδρα. Ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐπ' ἐμὲ ὑπὲρ ἀγάπησιν γυναικῶν.» «Φίλοι ἀσεβεῖς θεραπεύουσι θύρας δικαίων· φίλοι μισήσουσι φίλους πτωχούς.» «Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.» «Ὃς κρύπτει ἀδίκημα, ζητεῖ φιλίαν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· διὰ γὰρ τοῦτο γεννῶνται.» «Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Φίλον σὸν, ἢ φίλον πατρῷόν σου μὴ ἐγκαταλείπῃς. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν. Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μακρὰν οἰκῶν.» «Ἡνίκα σε ὀνειδίσῃ ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ ὀπίσω· μὴ καταφρόνει, μή σε ὀνειδίσῃ μὲν ὁ φίλος· ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα σου οὐκ ἀποστήσεται, ἀλλ' ἔσται σοι ἴσα θανάτῳ.» «Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς ὁ μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν. Ὅτι ἐὰν πέσωσιν οἱ δύο, ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. Καὶ οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ, καὶ μὴ ᾖ δεύτερος ἐγεῖραι αὐτόν· τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.» «Φίλος πιστὸς, σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτὸν, εὗρε θησαυρόν. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς, φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον, εὑρήσουσιν αὐτόν.» 96.405 «Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον. Ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ. Οἶνος νέος· ἐὰν δὲ παλαιωθῇ, μετ' εὐφροσύνης πίε αὐτόν.» «Πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον, καὶ δὸς αὐτῷ.» «Ἀπόλεσον ἀργύριον δι' ἀδελφὸν καὶ φίλον.» «Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου.» «Φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ κρυβήσομαι, καὶ εἰ κακά μοι συνέβη δι' αὐτόν.» Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδέν· οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὀχυρωμένον βασίλειον· φίλος πιστὸς, θησαυρὸς ἔμψυχος. Φίλος πιστὸς, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς, λιμὴν ἀναψύξεως. Πάντα οἴσει φιλία, καὶ πάσχουσα, καὶ ἀκούουσα. Πρέπει τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας τῆς πατρικῆς, οὕτω δὴ καὶ τῆς φιλίας κληρονομεῖν. Φίλους δὲ ὅταν εἴπω, τοὺς καλοὺς λέγω, καὶ ἀγαθοὺς, καὶ κατ' ἀρετὴν ἡμῖν συναπτομένους. Πάντα κοινὰ ποιώμεθα, καὶ λύπας, καὶ εὐφροσύνας. Τοιοῦτον γὰρ ἡ φιλία. Τὰ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά. Οὐχ οὕτω πυρετὸς κατακαίειν εἴωθεν σώματος φύσιν, ὡς τὰς ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων. Τρισσὰ εἴδη φιλίας διδασκόμεθα· καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ' ἀρετήν. Στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη. Τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ' ἀμοιβὴν, κοινωνικὸν τοῦτο καὶ μεταδοτικὸν, καὶ βιωφελές. Κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον, τὸ ἐκ συνηθείας φαμὲν, πρὸς Ἕλληνας. Οἶδα, φησὶ, τὸ καθ' ἡδονὴν τρεπτὸν, καὶ μεταβλητόν. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου. Ἡδὺς ἐκεῖνος φίλος, ὁ τὴν ψυχὴν διατρέφων. Γνήσιος φίλος, ὁ τὰς περιστάσεις κοινούμενος. Μέγιστον κτῆμα, φίλος ἀδιάπτωτος. Ὁ κατὰ Θεὸν φίλος, ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις αὐτοῦ.

ΤΙΤΛ. Ηʹ. -Περὶ φίλων τραπέζης καὶ μοχθηρῶν.

«Φίλοι ἀσεβεῖς μισοῦσι φίλους πτωχούς.» «Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς εἰς ὁδοὺς οὐκ ἀγαθάς.» 96.408 «Προφασίζεται ἀνὴρ βουλευόμενος ἀποχωρισθῆναι φίλων.» «Ῥόπαλον, καὶ μάχαιρα, καὶ τόξευμα ἠκονημένον ἀκίδωτον, οὕτως ἀνὴρ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ.» «Ὃς εὐλογεῖ πρωῒ φίλον μεγάλῃ φωνῇ, καταρωμένου οὐδὲν διαφέρει.» «Μὴ καταπιστεύετε ἐν φίλοις, μηδὲ ἐλπίζετε ἐπὶ ἡγουμένοις.» «Ἔστι φίλος ἐν καιρῷ αὑτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν καιρῷ θλίψεως. Ἔστι φίλος κοινωνὸς τραπέζης, καὶ