297
υἱοὶ νεότητος· κατὰ ταύτην δὲ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν. Λέγει δὲ, ὅτι Ἐσόμεθα τῷ Θεῷ πε ποιθότες οὐ μόνον πολλοὶ, ἀλλὰ καὶ δυνατοὶ, οἷόν τινα βέλη παρὰ δυνατοῦ τινος ἐφιέμενα· καὶ οἱ νῦν ἀσθενεῖς, καὶ σφόδρα ταλαιπωρούμενοι (τοῦτο γὰρ δηλοῖ τὸ ἐκτετιναγμένων), ἰσχυροὶ λίαν ἐσόμεθα, τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντες. εʹ. "Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὑ τοῦ ἐξ αὐτῶν." Τουτέστι τῶν πολεμίων. Οὐ μόνον γὰρ οὐχ ἡττησόμεθα, ἀλλὰ καὶ περιγενησόμεθα τού των, καὶ ζηλωτοὶ παρὰ πᾶσιν ἐσόμεθα. "Οὐ καται σχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτοῦ ἐν πύλαις." Τουτέστιν, ἡνίκα ἂν πρὸ τῶν πυλῶν τοῖς παρὰ τῶν πολεμίων πεμπομένοις πρέσβεσι διαλεξό μεθα. Τοῦτο δὲ εἶπε κατὰ τὸ παλαιὸν ἔθος· οὐδὲ γὰρ ἐδέχοντο εἴσω τῶν πυλῶν τοὺς πεμπομένους πρέσβεις, ἀλλ' ἔξω τὰς ὑποκρίσεις ἐποιοῦντο. ∆ιὰ πάντων δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον ἔδειξεν.
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΖʹ ΨΑΛΜΟΥ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ὅσων πρόξενον ἀγαθῶν τὸ πεποιθέναι Θεῷ δείξας
ἐν τῷ προτεταγμένῳ ψαλμῷ, ἐνταῦθα μακαρίζει τοὺς μετὰ τῆς ἐλπίδος τὸν θεῖον ἔχοντας φόβον, δι' ὃν καὶ τῆς ἀρετῆς ἡ κτῆσις προσγίνεται. Ἀναγκαῖον δὲ τοῖς τῷ Θεῷ πεπι στευκόσιν ἡ κατὰ Θεὸν πολιτεία· οὗτος γὰρ εὐσε βείας τέλειος ὅρος. αʹ. "Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον." Οὐ τὸν ἐκ γένους Ἀβραὰμ, οὐδὲ τὸν ἐκ σπέρματος Ἰσραὴλ, ὁ προφητικὸς ἐμακάρισε λόγος, ἀλλὰ τὸν τῷ θείῳ φόβῳ κοσμούμενον. Τοῦτο καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι λέγει· "Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, καὶ ἐργα ζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν." Ὑπέ δειξε δὲ ὁ προφητικὸς λόγος καὶ τοῦ θείου φόβου τὸν χαρακτῆρα. Ἐπήγαγε γάρ· "Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ." Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρα νοῖς." Ἴδιον τοίνυν τῶν φοβουμένων τὸν Κύριον, τὸ μὴ βαίνειν ἔξω τῶν θείων ὁδῶν, ἀλλ' ἐν αὐταῖς ποιεῖσθαι τὴν πορείαν διηνεκῶς. 80.1896 βʹ. "Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι." Ὁ δὲ Σύμμαχος, Κόπον χειρῶν σου ἐσθίων· ὡς εἶναι δῆλον, ὅτι καὶ οἱ Ἑβδομήκοντα καρποὺς οὐ τὴν ἐπικαρπίαν ἐκάλεσαν, ἀλλὰ τὸ μόριον τῶν χειρῶν. Λέγει δὲ, ὅτι Τῶν ὑπὸ σοῦ σπειρομένων ἀγαθῶν τοὺς καρποὺς τρυγήσεις. Τοῦτο δὲ καὶ ὁ θεῖος Ἀπό στολος ἔφη, "Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει." - "Μακάριος εἶ σὺ, καὶ καλῶς σοι ἔσται." Οὐ γὰρ λόγῳ μόνῳ ἔσῃ ζηλωτὸς καὶ περί βλεπτος· ἀλλὰ καὶ ἔργῳ ἕξεις τὴν εὐκληρίαν. γʹ. "Ἡ γυνή σου, ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου." Ἐπειδὴ κατ' ἐκεῖνον τὸν καιρὸν ταύτην εὐπραξίαν ἐνόμιζον, ὑπισχνεῖται αὐ τοῖς ὁ λόγος καὶ γυναικῶν εὐκαρπίαν, ὥστε ἀμπέ λοις παραβάλλεσθαι τεθηλυίαις, καὶ βριθούσαις τοῖς βότρυσιν. "Οἱ υἱοί σου, ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου." Καὶ ἐν τῷ πεντηκοστῷ καὶ πρώτῳ ψαλμῷ τὸν δίκαιον ἐλαίᾳ παρέβαλεν· "Ἐγὼ γὰρ, ἔφη, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ." Καὶ ἐνταῦθα τοῦ φοβουμένου τὸν Κύριον τοὺς παῖ δας νεοφύτοις ἐλαιῶν ἀπείκασεν, ὡς τῆς εὐσεβείας τὴν ἀρδείαν, καὶ τὸν καρπὸν τὸν ὥριμον φέροντας, καὶ τὸ φύλλον οὐκ ἀποβάλλοντας, κατὰ τὸν ἐν τῷ πρώτῳ ψαλμῷ μακαριζόμενον ἄνδρα. δʹ. "Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος, ὁ φο βούμενος τὸν Κύριον." Τρόπου γὰρ ὁ Θεὸς, οὐ γέ νους κριτής. Οὕτω τὸν Ἰὼβ ἐκ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντα στεφάνων ἠξίωσεν· οὕτω τὸν Ἀβιμέλεχ πρὸς τὴν ἀλήθειαν ἐποδήγησεν· οὕτω τὸν εὐνοῦ χον, οὕτω τὸν Κορνήλιον, οὕτω πάντα τὰ ἔθνη. εʹ. "Εὐλογήσαι σε Κύριος ἐκ Σιών." Κατὰ τὴν τότε κατέχουσαν δόξαν. Ἐκεῖ γὰρ οἰκεῖν ὁ Θεὸς νενόμιστο. "Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πά σας τὰς ἡμέρας τῆς ζωῆς σου." Τοῦτο γὰρ ἰδεῖν ἐπόθουν οἱ ἐκ Βαβυλῶνος ἐπανελθόντες, καὶ τῆς πόλεως τὴν ἐρημίαν