297
θεαρέστως ζῆν, ἁγιοπρεπῶς πολιτεύεσθαι, γένος ὑμᾶς χρηματίζειν ἐκλεκτόν, σπέρμα ἔντιμον, τίνος; Θέκλης ἐκείνης τῆς πρωτομάρτυρος, Φεβρωνίας, Εὐπραξίας, τοῦ κατ' αὐτὰς ἱεροῦ καὶ μακαρίου καταλόγου. εἰ γὰρ κόσμον κατελίπατε, εἰ γονεῖς ἠρνήσασθε, εἰ παρθενίαν εἵλασθε, εἰ Χριστῷ ἐνυμφεύθητε, εἰ βασιλείαν οὐρανῶν ἠγαπήσατε, τί μὴ πᾶσαν ὑμῶν τὴν σπουδὴν καὶ μέριμναν πρὸς τοῦτο ἔχοιτε, χαίρουσαι ὅτι τοιούτου θεοσδότου δώρου ἠξιώθητε, ἀξιώματος ἀνυπερβλήτου, οὐ λέγω κατὰ τὰ ἀνθρώπινα (σκιὰ γὰρ ταῦτα καὶ ὀνείρατα καὶ τῷ παρόντι αἰῶνι συγκαταλυόμενα), ἀλλὰ καὶ κατὰ τὰ πνευματικά, εἴπερ παρθενία καὶ ἀκτημοσύνη τῶν μεγίστων δωρεῶν τὸ ἐξαίρετον. καὶ εἰ ἀπληστεύονται οἱ κατὰ κόσμον μετασχεῖν τῶν ματαίων καὶ ἀπολλυμένων, τί καὶ πόσον ἡμεῖς ὀφείλομεν ἀκορέστως ἔχειν ἐν τοῖς ἀμηρύτοις καὶ ἀνεκλαλήτοις ἀγαθοῖς; Ναί, παρακαλῶ, ναί, ἀντιβολῶ, κατακτήσασθε τὰ οὐράνια, γένοισθε θεοῦ θυγατέρες, βασιλίδες οὐρανοτίμητοι, Χριστοῦ νύμφαι, Χριστοῦ συγκληρονόμοι, φῶς ἐν κόσμῳ, λάλημα ἅγιον, πολίτευμα ἀξιέπαινον, σύ τε ἡ κυρία καθηγουμένη καὶ ἐν Χριστῷ ἄρχουσα ὑμεῖς τε αἱ καλλίτεκνοι θυγατέρες τῆς ἄνω Ἱερουσαλὴμ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 473 {1Κατήχησις πρὸς τοὺς ἑαυτοῦ μαθητάσ}1 Ἔργον ἐγὼ ὁ ταπεινὸς ἐργάζομαι ἐν ταῖς κατηχήσεσιν οὐκ ἐξ ἐπιτηδεύματος φανητιασμοῦ οὐδὲ ἀπὸ συνεπάρσεως διανοίας ἀλλοκότου, ἀλλ' ἐκ φόβου καὶ τρόμου, ἐξ ἐπιπόνου καρδίας καὶ ἀγάπης, ἀδελφοὶ καὶ πατέρες, εἴπερ ἀγαπῶντος δεῖγμα τὸ ἐπιμελῶς παιδεύειν. ἔλεγξον, φησίν, ἐπιτίμησον εὐκαίρως, ἀκαίρως· ἐπεὶ καί, παρακάλεσον, νουθέτησον, ὅσα ἄλλα ὁ τοῦ θεοῦ νόμος ἔχει καὶ διακελεύεται. Τί δὴ οὖν βούλεταί μοι ὁ λόγος ὑποδηλῶσαι; περὶ ἀταξίας· ὅτι, προσκαλούμενοι ὑπὸ εὐσεβῶν εἰς ψαλμῳδίας, οὐ κατὰ τὸ πρεπῶδες συναθροίζεσθε καὶ παννυχίζετε, ἀλλ' ἐν λογομαχίαις καὶ πρωτοκλισίαις. "4προύλαβες σύ"5, φησίν, "4κἀμὲ οὐκ ἀνέμεινας· τὸ ἴδιον δεῖπνον ἔφαγες κἀμὲ οὐ συνεκάλεσας· ἐγὼ κανοναρχήσαιμι, ἀλλ' οὐ σύ"5, φησίν. καὶ ταῦτα ἐν ἐκκλησίᾳ, καὶ ταῦτα ἀκουόντων τῶν κεκληκότων, ἐφ' οἷς ὀργὴ μὲν θεοῦ ἀοράτως, λύπη δὲ καὶ βλάβη ὁμολογουμένη τῶν κεκληκότων· μὴ γὰρ χώραν οὐκ ἔχετε, εἰ καί τι γίνοιτο θλιπτικόν, εἰς τὸ ἰδίᾳ ἐγκαλεῖν ἀλλήλοις καὶ τὰ συμπίπτοντα καταλλάσειν δι' ἀπολογίας καὶ τῆς δεούσης ταπεινώσεως; ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ μάχεται, ὀργίζεται, ὑβρίζει, ἀσχημονεῖ ἐπὶ προσώπου πάντων. Ὢ τῆς ἀταξίας· ὢ τῆς ἀμονάχου θεωρίας· ὢ τῆς καταφρονήσεως τῶν θείων νόμων. εἶτα ἡ αἰτία ἐπὶ τὸν καθηγούμενον· "4τοιούτου"5, φησί, "4διδασκάλου τηλικοῦτοι καὶ μαθηταί"5. ἆρ' οὐχὶ μισητόν με πεποιήκατε καὶ τοῖς ἐν ἄστει; ἆρ' οὐχὶ τὸ καλὸν ὄνομα, τὸ ἐπικληθὲν ἐπὶ τῇ ὁσίᾳ ἀδελφότητι ὑμῶν, εἰς τοὐναντίον περιτρέπεται; μάχεσθε καὶ πολεμεῖτε, τρώγετε καὶ πίνετε οὐκ εὐλαβῶς, οὐχ ἡσύχως, ἀλλὰ ἀσέμνως, ἀλλὰ ἀμονάχως. εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, φησὶν ὁ ἀπόστολος, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. ὑμεῖς δὲ οὐχ οὕτως, καὶ καταισχύνετε τὸ ἅγιον σχῆμα, σκανδαλίζετε τοὺς εὐλαβεῖς, μᾶλλον δὲ καὶ ἀνευλαβεῖς. εἴθε ἠκούετο περὶ ἑνὸς ἑκάστου ὑμῶν, "4οἴ, ποῖον εὐλαβὲς πρόσωπον φέρει ὁ δεῖνα, οὐά, ἡλίκον τὸ σιωπηλὸν τοῦ ὁ δεῖνα, εὖγε τὸ ἀπαρρησίαστον ἐκείνου, τοῦδε τὸ τακτικόν, ἄλλου τὸ σεμνόψαλτον, ἑτέρου τὸ εὐαπάντητον"5. ταῦτα καὶ τοὺς ἔχοντας καλλύνει καὶ τοὺς θεωροῦντας ὀνίνησιν, τόν τε θεὸν εὐφραίνει κἀμὲ τὸν ἁμαρτωλὸν σεμνύνει. νῦν δὲ κατὰ τὰς ἁμαρτίας μου ἀντίστροφα· καὶ οὐ πάντων καθάπτομαι, ἐπεὶ πολλοὶ χάριτι θεοῦ οἵους ζητεῖ ὁ λόγος, ἀλλ' ἐκείνων τῶν ἐνισχημένων τῇ ἀπροσεξίᾳ. Παρακαλῶ οὖν ὑμᾶς, μᾶλλον δὲ ἐντέλλομαι, ἀλλάξατε τὰ πονηρὰ ἔθη καὶ ἤθη, τοὺς τρόπους καὶ τοὺς λόγους, τὰ σχήματα καὶ τὰ στάματα· ἐπεὶ τίς χρεία ἀντὶ ἀγαθοῦ πονηρίαν ὑποδεικνύειν τοῖς κλήτορσι, θεόν τε λυπεῖν κἀμὲ τὸν ἐλεεινὸν καταισχύνειν; ἀκουσθήσομαι, ἀδελφοί μου, ἐπεὶ βοήσω πρὸς Κύριον ὁ ἀνάξιος,