298
προσκυνήσαντες βασιλέα ἀπεχώρουν· ὑπὲρ πεντακοσίους δὲ συγκινδυνεύειν εἵλοντο, οἷς καὶ πολλὴν ὁμολογήσας χάριν τῆς εἰς αὐτὸν εὐνοίας καὶ πίστεως ἀδόλου, ἀνέστρεφε μετὰ τῆς ἄλλης στρατιᾶς. τῶν δὲ ἀφεστηκότων οἱ πλείους μὲν ὁμολογίας χωρὶς προσεχώρησαν τοῖς ἐν Χριστουπόλει στρατηγοῖς καὶ προσεδέχθησαν ἀσμένως παρ' αὐτῶν· ὅσοι δὲ μάλιστα ἐν λόγῳ ἦσαν, πέμψαντες ᾐτοῦντο πίστεις παρὰ τῶν ἀρχόντων. οἱ δὲ ὤμνυον μὲν, γνώμην δὲ εἶχον, ὡς καὶ μετὰ τοὺς ὅρκους εἰς πεῖραν ἄξοντες πλείστων ἀλγεινῶν. ὧν εἴτε αὐτοὶ αἰσθόμενοι τῆς ἀπάτης ἐκ τῶν λόγων, εἴτε καὶ παρά του τῶν συνόντων μηνυθείσης, τὸν κίνδυνον διαδράντες αὖθις πρὸς βασιλέα ἐπανῆκον. βασιλεὺς δὲ αὐτοῖς τὸ ἄστατον τῆς γνώμης καὶ μικρόψυχον ὀνειδίσας, αὖθις ἐφῆκεν αὐτῷ συνδιατρίβειν. νʹ. Οἱ μέντοι ἐν Χριστουπόλει στρατηγοὶ, ἐπεὶ Τριβαλῶν ἡ στρατιὰ καὶ ὁ βασιλεὺς ἀνεχώρησαν ἐκ Φερῶν πρὸς τὴν οἰκείαν, πέμψαντες ἐν Βυζαντίῳ, βασιλίδι ἀπήγγελλον καὶ μεγάλῳ δουκὶ, ὡς ἄχρι τοῦ διατειχίσματος μετὰ Τριβαλῶν ἐλθὼν ὁ Καντακουζηνὸς, διελθεῖν μὲν οὐ δυνηθείη ἡμῶν ἰσχυρῶς ἀμυνομένων. ἀναστρεφούσης δὲ τῆς στρατιᾶς, ὅσοι Ῥωμαίων αὐτῷ συνῆσαν, καταλιπόντες ἧκον πρὸς ἡμᾶς πλὴν δέκα πάντες· αὐτὸς δὲ ὑπ' αἰσχύνης ἀμυθήτου, ὅ,τι χρήσασθαι μὴ ἔχων ἑαυτῷ, πρὸς Ἄθω ἦλθε τὸ ἱερὸν ὄρος, ὡς ἐκεῖσε τὴν βασιλείαν, ἣν ἀδίκως ἥρπασε καὶ παρανόμως, ἀποθησόμενος καὶ σχῆμα μοναχῶν περιθησόμενος. εὐθὺς μὲν 2.297 οὖν ἐν Βυζαντίῳ πανήγυρις ἦν λαμπρὰ καὶ ἑορτῶν ἡ χαριεστάτη. καὶ ὁ δῆμος πρὸς τὸ τῆς θεομήτορος Ὁδηγητρίας τέμενος ἐχώρουν πανδημεὶ, εὐχαριστήρια τῆς νίκης ἀποδώσοντες, καὶ οἱ ἐν τέλει μάλιστα, εἶτα καὶ οἱ ἄλλοι πεζῇ τοῖς πολλοῖς ὁμοίως. καὶ οὐδεὶς ἐτόλμα ἀπολείπεσθαι, ἀλλὰ καὶ οἳ μάλιστα ἠνιῶντο καὶ ἐδυσχέραινον τὴν βασιλέως δυσπραγίαν, κἀκεῖνοι τοῖς ἄλλοις ὁμοίως ἀνάγκην εἶχον συνεορτάζειν ἢ μᾶλλον συνασχημονεῖν, ἢ τῆς κατηφείας χαλεπὰς καὶ ἀπαραιτήτους παρείχοντο εὐθύνας. οὐ γὰρ μόνον εἴ τις Καντακουζηνῷ τῷ βασιλεῖ συμπράττων φωραθείη, ἐκολάζετο ὠμῶς, ἀλλὰ καὶ εἴ τις πρὸς τὰ πραττόμενα μὴ ἡδέως διακείμενος, ἀλλὰ ἦθος ἐμφαίνων ἀποστρεφομένου φωραθείη, τὰς ὁμοίας δίκας τοῖς ἑαλωκόσιν ἐπὶ προδοσίᾳ φανερῶς διδόναι ἦν ἀνάγκη. καὶ πολλοὶ ἐκ τοιούτων αἰτιῶν ἀπώλοντο, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ παρὰ ταῖς ἄλλαις πόλεσιν ἄχρι Θεσσαλονίκης. τὰ γὰρ περαιτέρω καὶ πρὸς ἑσπέραν κοινῇ οἵ τε δῆμοι καὶ οἱ δυνατοὶ τῶν πόλεων βασιλεῖ προσεῖχον Καντακουζηνῷ. ὅθεν οὐδὲ πρὸς στάσεις ἐχώρησαν καὶ πολέμους ἐμφυλίους, ἀλλ' ἐν οἷς μάλιστα αἱ ἄλλαι μεγάλαις ἐχρήσαντο συμφοραῖς καιροῖς, ἐν τούτοις αὗται πρὸς εὐνομίαν καὶ εἰρήνην διῳκοῦντο. αἱ δὲ ἀπὸ Θεσσαλονίκης ἄχρι Βυζαντίου οὐδὲν ἦν, ὅ,τι μὴ ὑπέμενον. καθάπαξ γὰρ εἰς δύο διαιρεθεῖσαι, στρατιὰ μὲν καὶ οἱ ἄλλοι ἄριστοι τῶν πολιτῶν τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑροῦν 2.298 το, ἐκεῖνον οἰόμενοι δυνήσεσθαι τὰς κατασχούσας στήσειν συμφοράς· οἱ δῆμοι δὲ, τῶν στασιαστῶν ἐναγόντων, οἷς ἐκ τοῦ πολέμου τὰ ἑτέρων ἔχουσι πλουτεῖν ἐνῆν, πρός τε βασιλέα Καντακουζηνὸν καὶ τοὺς παρ' ἑκάστοις δυνατοὺς ὁμοίως ἐπολέμουν καὶ πολλὰ διετίθεσαν κακὰ, οὐ μόνον τὰς οὐσίας διαρπάζοντες καὶ ἀπορωτάτους ἐκ πλουσίων ἀποδεικνύντες ἐν μιᾷ καιροῦ ῥοπῇ, ἀλλὰ καὶ δεσμωτηρίοις κατακλείοντες καὶ ἄλλην πᾶσαν εἰς αὐτοὺς κάκωσιν ἐπιδεικνύμενοι. οἵ τε τὰς ἀρχὰς τῶν πόλεων ἐπιτετραμμένοι, τοῖς τῶν ὅλων ἄρχουσι πραγμάτων μάλιστα ἐξομοιούμενοι, κολαστικοί τινες καὶ ἀνήμεροι καὶ θηριώδεις ἐφιλοτιμοῦντο εἶναι. ἐκεῖνοι γὰρ εἰς τοσοῦτον ὠμότητος προῆλθον, ὡς ἄλλους τε πολλοὺς ἀπανθρώπως τιμωρήσασθαι, καὶ Πατρικιώτην ταῖς βασάνοις ἐναποθανεῖν ἐᾶσαι καλλωδίοις ἐξηρτημένον. Σιδηρᾶν δὲ μετὰ τὸ αἰκίσασθαι μέχρι ἄπνουν εἶναι, ζοφώδει τινὶ δεσμωτηρίῳ ἐναπέῤῥιψαν γυμνὸν, οἷα δὴ νεκρὸν, οὐδὲ ὁσίας ἀξιώσαντες. ὃν οὕτως ἄπνουν ἀπεῤῥιμμένον ἐπί τινας ἡμέρας, τῶν Περσῶν τις δοριάλωτος θείᾳ προνοίᾳ τῷ δεσμωτηρίῳ ἐκείνῳ καθειρχθεὶς, προνοίας τε ἠξίωσεν