298
ἁλόντος εμαθον οἱ ̔Ρωμαῖοι τὸ γινόμενον, καὶ παραχρῆμα στρατηγὸν ἐπ' αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον εστειλαν, οπως περὶ τοῖς οικοι δείσας κατὰ χώραν μείνῃ. καὶ εσχεν ουτως· προῆλθε μὲν γὰρ μέχρι 2.262 τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν ̓Ιταλίαν πλευσόμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον ηδη παρόντα οικαδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος, εἰς τοὺς τῶν ̔Ρωμαίων συμμάχους ωρμησε, καὶ ειλεν Ωρικον, ̓Απολλωνίαν τ' ἐπολιόρκει. ἐπιστρατεύσας δ' αυθις αὐτῷ Λαουίνιος καὶ Ωρικον ἀνεκτήσατο καὶ τὴν ̓Απολλωνίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αις ἐκέχρητο καταπρήσας πεζῇ ἐπ' οικου ἀνεχώρησεν. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ ὑπάτους ειλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οι τὸν μὲν ̓Αννίβαν τὴν νῦν Καλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν αρξαντι ἐπέταξαν· καὶ ος Αννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο, κἀντεῦθεν προϊὼν τόν τε ̓Αννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ υπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο, ιν' αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, ουτω τε ἐπὶ τὸν ̓Αννίβαν χωρήσωσιν. ειτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατέτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, ειτ' ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι' ἐλαχίστου αν αὐτὰς ἐχειρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν αμα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ ̓Αρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι' ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει, 2.263 ωστε ἐμπιπτούσας εἰς τὸ υδωρ ῥύμῃ βαπτίζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν ̔Ρωμαίων παραδόξως κατέπρησε. κάτοπτρον γάρ τι πρὸς τὸν ηλιον ἀνατείνας τήν τε ἀκτῖνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο καὶ τὸν ἀέρα ἀπ' αὐτῆς τῇ πυκνότητι καὶ τῇ λειότητι τοῦ κατόπτρου πυρώσας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πᾶσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμούσας ἐνέβαλε καὶ πάσας κατέκαυσεν. ἀπογνοὺς ουν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ τὸ τοῦ ̓Αρχιμήδους εὐμήχανον, λιμῷ αὐτοὺς κατασχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύτας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ' ἐπὶ τοὺς συναποστάντας σφίσιν ἐτράπετο· καὶ τοῖς μὲν γνωσιμαχοῦσι συγγνώμην ενεμε, τοὺς δ' ἀνθισταμένους μετεχειρίζετο χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ, τινὰς δὲ καὶ προδοσίᾳ ῃρει. ἐν τούτοις δ' ̔Ιμίλκων ἐκ Καρχηδόνος σὺν στρατῷ ηκε, τὸν ̓Ακράγαντά τε κατέσχε καὶ τὴν ̔Ηράκλειαν, καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρκέλλου ἐξαπίνης αὐτῷ προσπεσόντος αυθις ἐνικήθη. ̓Εντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφήδρευεν. ὁ δ' ̓Αννίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι ̔Ρωμαῖοι πολλὰ αυθις καὶ δυσχερῆ πεπόνθασιν· οι τε γὰρ υπατοι πρὸς τῇ Καπύῃ επταισαν, καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ αλλαι πόλεις ἀπέστησαν, καὶ ὁ ̓Αννίβας κατεπτηχὼς πρότερον ἐν τῇ ̓Ιταλίᾳ τε εμεινε καὶ ἐπὶ τὴν ̔Ρώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες αμφω διώλοντο. ἐπαρθεὶς ουν ἐπὶ τούτοις ὁ ̓Αννίβας ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ηλθε μέχρι 2.264 Βενεβεντοῦ· τὸν δὲ Κλαύδιον εἰς τὴν Λευκανίαν ἐκ τοῦ Σαυνίου διὰ τὸν τοῦ Γράκχου θάνατον ἀπεληλυθέναι πυθόμενος, καὶ φοβηθεὶς μή τινα αὐτῆς σφετερίσηται, οὐκέτι περαιτέρω προεχώρησεν, ἐπ' ἐκεῖνον δ' ἐτράπετο. τῶν Σκιπιώνων δὲ θανόντων πᾶσα ἡ ̓Ιβηρία τετάρακτο, καὶ οἱ μὲν ἑκουσίως πρὸς τοὺς Καρχηδονίους ἀπέκλινον, οἱ δὲ καὶ ἀναγκαζόμενοι, εἰ καὶ υστερον αυθις πρὸς τοὺς ̔Ρωμαίους ἀπένευσαν. ̔Ο δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς Συρακούσαις ἐπέραινε, τοιοῦτόν τι ἐπενόησεν. ην τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ο Γαλεάγραν ὠνόμαζον, ο πρὶν μὲν ἐλάνθανε τοιοῦτον ον, τότε δὲ ἐφωράθη. τηρήσας ουν τοὺς