298
τὸν μείζονα καὶ οὐ νεογενῆ λέγει, ὡς νεμόμενον ἐπὶ βοράν. Νεβρώθ. κύριον. Νέαιθοσ. κύριον. Νέηλυσ. ὁ νεωστὶ ἐληλυθώς. τὰ εἰς ˉυˉς σύνθετα, εἰ μὲν ωσιν ἀπὸ τῶν εἰς ˉυˉς ἁπλῶν συντεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οιον· βραχὺς, βραχέος, τρίβραχυς, τριβράχεος, ὀφρὺς, ὀφρύος, λευκόφρυς, λευκόφρυος· εἰ δὲ ἀπ' αλλων τινῶν εἰσὶ συντεθειμένα, διὰ τοῦ ˉδˉοˉς κλίνονται, οιον· επηλυς, ἐπήλυδος, νέηλυς, νεήλυδος· ταῦτα γὰρ οὐκ ἀπὸ τῶν εἰς ˉυˉς εἰσὶν συντεθειμένα, ἀλλ' ἀπὸ τοῦ ἐλεύθω γίνεται ἠλὺς καὶ νέηλυς. Νείατοσ. ὁ εσχατος. nu.1389 Νειρεύσ. ὁ κόχλος. Νηρεὺς δὲ ὁ θαλάσσιος, ˉη. Νιρεὺς δὲ ὁ ευμορφος, ι. Νεκρόσ. παρὰ τὸ νε στερητικὸν μόριον καὶ τὸ κῆρ γίνεται νεκηρὸς, ὁ ἐστερημένος τῆς ψυχῆς, καὶ κατὰ συγκοπὴν νεκρός. Νέκυσ. ὁ νεκρός. εστι κίκυς, ἡ δύναμις, καὶ μετὰ τοῦ νε στερητικοῦ νεκίκυς, ὁ ἐστερημένος κίκυος, καὶ κατὰ συγκοπὴν νέκυς. η ωσπερ παρὰ τὸ ιππος γίνεται ἱππὺς, καὶ κότος κοτὺς, ουτω καὶ ἀπὸ τοῦ νεκρὸς νεκρὺς, καὶ ἀποβολῇ τοῦ ˉρ καὶ μεταθέσει τοῦ τόνου νέκυς. Νεογιλόσ. ὁ νέος καὶ μικρός. Νέος ανθρωποσ. ἡ ἁγνεία καὶ ἀρετή. Νεόλεκτοσ. ὁ νεοστράτευτος. Νεοθαλήσ. ὁ νεόβλαστος. Νεογνόσ. ὁ νεωστὶ γεγεννημένος. η νεόγονος τὶς ων. Νέοσ. ἀπὸ τοῦ νέεσθαι, ο ἐστι πορεύεσθαι εἰς αυξησιν. η παρὰ τὸ ὁρμᾶσθαι. ὁρμῆς γὰρ καὶ ἡλικίας ἀνάπλεως. Νεοσσόσ. ὁ νεωστὶ σευόμενος, ο ἐστιν ὁρμῶν. η παρὰ τὸ νεάζω. Νέποδεσ. οἱ ἰχθύες, οἱ ἐστερημένοι ποδῶν. Νέπωσ. παρὰ τὸ πῶμι, τὸ πίνω, ὁ μέλλων πώσω, ἀποβολῇ τοῦ ω μετὰ τοῦ νε στερητικοῦ Νέπως. ανυδρον γὰρ τὸ ορος ἐκεῖνο. κλίνεται δὲ Νέπωτος. Νεπωτιανόσ. κύριον. Νέρτεροσ. ὑποκάτω νεκροῦ, η ὁ ὑπὸ γῆν νεκρός. nu.1390 Νεστοριανοί. ων ἡ αιρεσις αυτη· αλλον μὲν τὸν Χριστὸν, αλλον δὲ τὸν υἱὸν ελεγον. Νεφθαλείμ. ἑρμηνεύεται στέλεχος ἀνειμένον, ηγουν φυτὸν πλατυνόμενον. Νεφρόσ. παρὰ τὸ νείφεσθαι, τὸ οὐρῶ. τὸ δὲ νείφειν κυρίως ἐπὶ τῆς ἐκ νέφους καταφορᾶς τῶν ὑδάτων. Νεωτεροποιόσ. ἀντάρτης· τύραννος. Νεώνητοσ. ὁ νεωστὶ ἀγορασθείς. Νεωκόροσ. ὁ τοῦ ναοῦ ἐπιμελούμενος. κορεῖν γὰρ παρὰ τοῖς ̓Αττικοῖς τὸ σαίρειν, καὶ τὸ κοσμεῖν καὶ ἐπιμελεῖσθαι. Νεώσ. ὁ ναός. ̓Αττικῶς. τὸν νεὼν ἡ αἰτιατικὴ, σὺν τῷ ν. καὶ λαγὼν καὶ Κῶν. ἡ δὲ γενικὴ καὶ δοτικὴ ανευ τοῦ ν, τοῦ νεὼ καὶ τῷ νεῷ. Νεόφυτοσ. ὁ νεοκατήχητος. παρὰ τῷ ̓Αποστόλῳ· μὴ νεόφυτον, ινα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Νέος ανθρωπος καὶ νέος ̓Αδάμ. ὁ Χριστὸς, ον ἐνδυόμεθα δι' εὐαγοῦς πολιτείας. (Θηλυκόν.) Νεάνισ. ἡ παρθένος. καὶ τὸ τῆς νεανιότητος ονομα. ἐπὶ τῆς παρθενίας ειωθεν ἡ γραφὴ τιθέναι. Νεάτη. ἡ ἐσχάτη. παρὰ τὸ νέος. οἱ γὰρ νεώτεροι ἀτελεῖς εἰσὶ καὶ εσχατοι. δὴ τότε λυσάμενοι νεάτας ἐκπείσματα δάφνης. Νεανεία. ἡ επαρσις. nu.1391 Νεάπολισ. ἡ Σαμάρεια. Νέαιρα. τὸ εσχατον μέρος τῆς κοιλίας. παρὰ τὸ νέω γέγονε νέαιρα. καὶ νέατον τὸ εσχατον. οθεν καὶ λαγὼν τὸ αὐτὸ ειρηται. παρὰ τὸ λήγω. τὸ δὲ νέω σημαίνει τὸ πορεύομαι· εἰς αὐτὴν γὰρ πορεύονται τὰ ἐσθιομένα. Νείαιρα. ἡ ἐσχάτη. Νειόσ. ἡ ἠροτριασμένη γῆ. Νείκη. ἡ φιλονεικία. Νεκάδεσ. Ομηρος ειωθε λέγειν τὰς τῶν νεκρῶν τάξεις, παρὰ τὸ νέκυας, νεκυάδας τινὰς ουσας καὶ νεκάδας. Νεκυομαντία. ἡ νεκρομαντία. Νέμεσισ. υβρις· μέμψις. Νέμεα. πόλις. Νέμεια. ἑορτὴ καὶ πόλις. Νεοσσεία καὶ νεοττεία. ἡ ἐκλέπισις. Νεότησ. ἀκμὴ σώματος, η αστατος πρακτέων γνώμη. η πρόφασις ἀκολασίας τοῖς ἀκρατεστέροις. Νεολαία. ὁ νέος λαός. Νεομήνια. ... Νεοκαισάρεια. πόλις. Νευρὰ καὶ χορδὴ διαφέρει. νευρὰ μὲν ἡ ἐκ τῶν νευρῶν, ῃτινι χρῶνται εἰς τὰ τάξα· χορδὴ δὲ ἡ ἐκ τῶν ἐντέρων εἰς τὰ οργανα. Νεφρίτησ. νόσος παρὰ τοὺς νεφρούς. Νεφέλη. ἀὴρ παχὺς ἐκ τῆς ὑγρᾶς κατὰ γῆν ἀναθυμιάσεως συνιστάμενος, ειτα μετεωρισθεὶς nu.1392 τοῖς ἀνέμοις, οταν λάβῃ παρ' αὐτῶν ἀξιόλογον αθροισμα, καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν γένηται, τότε σταγόνας εἰς τὴν γῆν ἀφίησι, καὶ αυτη τῶν ομβρων ἡ φύσις ἀπὸ γῆς τὴν ἀρχὴν ἐχόντων, καὶ δι' ἀέρος πάλιν ἐπὶ τὴν γῆν φερομένων. Νεοαρδέα. νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖσαν. (Οὐδέτερον.) Νεανιεύματα. ἀλαζονεύματα·