298
οὐ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως· καὶ ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ.» «Ἔστι φίλος ὀνόματι μόνον φίλος.» «Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. Ἀντὶ φίλου μὴ γίνου ἐχθρός.» «Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ᾄδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι. Ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι δὲ πολέμου λήψεται ἀσπίδα.» «Ἐὰν ἔχῃς, συμβιώσεταί σοι, καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ μὴ πονήσῃ. Χρείαν ἔσχεν σου, καὶ ἀπεπλάνησέν σε, καὶ προγελάσεταί σοι, καὶ δώσει σοι ἐλπίδα. Λαλήσει σοι, καλέσει σοι καλὰ, καὶ ἐρεῖ· Τίς ἡ χρεία σου; Καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσει σε δὶς ἢ τρὶς, καὶ ἐπ' ἐσχάτων καταμωκήσεταί σου· καὶ μετὰ ταῦτα ὄψεταί σε, καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.» «Ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκαίνει τὸ στόμα αὐτοῦ, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ, καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. Πολλὰ ἐμίσησα, καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισεῖ αὐτόν.» «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Οἱ ἀκόλαστοι τὴν γνώμην, μέχρι μὲν τῷ στόματι αὐτῶν τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν. Ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν, οὓς πρὸς βραχὺ ἴσα Θεῷ διὰ τὴν ἡδονὴν προσεκύνουν. Ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν ἀπ' αὐτῶν, καὶ ἡ φιλία μέχρι τραπέζης ὥρισται παρ' αὐτοῖς· αἱ προσηγορίαι αὐτῶν ὑποψίας πεπλήρωνται. Οὐκ ἂν εἴποι τις ἑταῖρον τὸν κόλακα. Νόσος γὰρ φιλίας ἡ κολακεία
ΤΙΤΛ. Θʹ. -Περὶ φιλοτιμουμένων καὶ μεταδοτικῶν· καὶ ὅτι ἡ φιλοτιμία
σωτηρίαν προξενεῖ. «Εἶδεν Ἀβιγαιὰ τὸν ∆αβὶδ, καὶ ἔπεσεν, καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου. Καὶ
ἔπεσεν ἐνώπιον ∆αβὶδ ἐπὶ πρόσωπον αὐτῆς ἐπὶ τὴν γῆν, καὶ εἶπεν· Ἐν ἐμοὶ, κύριε, ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ 96.409 ὦτά σου, καὶ ἄκουσον λόγον τῆς δούλης σου. Μὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον· καὶ ἀφροσύνη μετ' αὐτοῦ.» «Εἶπεν ὁ βασιλεὺς ∆αβὶδ πρὸς Σιβά· Τί ταῦτα σοι; Καὶ εἶπε Σιβά· Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικάθεσθαι, καὶ οἱ ἄρτοι εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος εἰς πιεῖν τοῖς ἐκλελυμένοις. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· Ἰδού σοι πάντα ὅσα εἶχεν ὁ Μεμφιβοσθέ. Καὶ πεσὼν Σιβὰ προσεκύνησε λέγων· Εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριε βασιλεῦ.» Σχόλ. Ἡ τῶν ξενίων προσαγωγὴ τὴν τοῦ δεσπότου οὐσίαν ἐπὶ τὸν οἰκέτην μετέθηκεν. Ἀπέστειλεν Ἀχὰζ ἀγγέλους πρὸς τὸν βασιλέα Ἀσσυρίων, λέγων· ∆οῦλός σου, καὶ υἱός σου ἐγώ· ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ. Καὶ ἔλαβεν Ἀχὰζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς αὐτοῦ, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα· καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη εἰς ∆αμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν.» «∆όμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.» «∆όσις λαθραία ἀνατρέπει ὀργάς.» «Ἄνδρα ἱλαρὸν καὶ δότην ἀγαπᾷ ὁ Θεός.» «Ἐν πάσῃ δόσει ἱλάρυνον τὸ προσωπόν σου.» Τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Τὸ φιλότιμον, εὐκλεὲς, καὶ τὸ μὴ τοιοῦτον, κατεσκωμμένον.
ΤΙΤΛ. Ιʹ. -Περὶ φειδωλῶν καὶ ἀμεταδότων· καὶ ὅτι οἱ φειδωλίας νοσοῦντες,
κινδύνοις περιπίπτουσιν. «Εἶπε Γεδεὼν τοῖς ἀνδράσι Σοχώθ· ∆ότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ
τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσιν. Καὶ ἰδοὺ διώκων ἐγὼ ὀπίσω τοῦ Ζεβεὲ, καὶ Σαλμανὰ βασιλέων Μαδιάμ. Καὶ εἶπαν οἱ ἄρχοντες Σοχώθ· Μὴ χεὶρ Ζεβεὲ καὶ Σαλμανὰ νῦν ἐν