298
ὁρῶντες. ʹ. "Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου." Εὐλογία μεγάλη νενόμιστο εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ παῖδας ἰδεῖν. Συμβαινούσας τοίνυν ταῖς γνώμαις ὁρίζει τὰς εὐλογίας· ὅτι δὲ οὐκ ἐν τούτοις εἶδε τῶν ἀγαθῶν τὴν κτῆσιν, ὁ μακάριος Ἡσαΐας ἐδίδαξε· "Μὴ λεγέτω ὁ εὐνοῦχος, ὅτι Ἐγώ εἰμι ξύλον ξηρὸν, ὅτι τάδε λέ γει Κύριος· Τοῖς εὐνούχοις τοῖς φυλαττομένοις τὰ Σάββατά μου, καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου, καὶ ἐν τῷ τείχει μου, τόπον ὀνομαστὸν, καὶ ὄνομα ἀγαθὸν, κρεῖττον υἱῶν καὶ θυ γατέρων." -"Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ." Πάλιν ἐπεύ χεται τῷ Ἰσραὴλ εἰρήνην. Ἀληθὴς δὲ εἰρήνη ἡ πρὸς Θεὸν εἰρήνη. ὁ δὲ σαρκικὸς Ἰσραὴλ ἐκείνης ἐκπεσὼν, καὶ τῆς ἄλλης ἐστέρηται. 80.1897
ΕΡΜΗΝ. ΤΟΥ ΡΚΗʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Καὶ οὗτος ὁ ψαλμὸς πρόῤῥησιν ἔχει τῶν μετὰ τὴν
ἐπάνοδον ἐπαναστάν των Ἰουδαίοις ἐθνῶν· καὶ διδάσκονται λέγειν. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου· εἰπάτω δὴ Ἰσραήλ. [βʹ.] Πλεονάκις ἐπολέμησάν με ἐκ νεότη τός μου· καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι." Νεότητα καλεῖ τὴν ἐν Αἰγύπτῳ διαγωγὴν, καὶ τὴν ἐκεῖθεν ἀπαλλαγήν. Καὶ τὸν εὐεργέτην ὑμνῶν, τὰς θείας ἀπαριθμεῖται χάριτας, ὅτι Ἄνωθεν καὶ ἐξ ἀρχῆς πολλοί μοι δυσμενεῖς ἐπανέστησαν, καὶ παντοδαποῖς με περιβαλεῖν κακοῖς ἐπειράθησαν· διὰ δὲ τῆς θείας ἐπικουρίας διέφυγον τὰς ἐκείνων ἐπιβουλάς. Ἀλη θέστερον μέντοι ταῦτα τῷ νέῳ ἁρμόττει λαῷ, πολλὰς μὲν δεξαμένῳ προσβολὰς πολεμίων, πάντων δὲ περι γενομένῳ, καὶ τοὺς πολεμίους προσκυνητὰς ἀποφή ναντι. γʹ. "Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρ τωλοί." Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, ἠροτρίασαν ἡρμήνευσαν. ∆ηλοῖ δὲ ὁ λόγος τὰς μάστιγας, καὶ τὰς αἰκίας, τὰς τοῖς νικηφόροις μάρτυσιν ἐπενεχθεί σας ὑπὸ τῶν δυσσεβῶν. Ταῦτα δὲ καὶ οἱ περὶ τὸν μακάριον ὑπέμειναν ∆ανιὴλ, καὶ οἱ θαυμάσιοι Ἀνα νίας, Ἀζαρίας καὶ Μισαὴλ, καὶ ἐπὶ Ἀντιόχου οἱ Μακκαβαῖοι. "Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν." Ὁ δὲ Ἀκύλας ἐμήκυναν, ὁ δὲ Σύμμαχος παρέτεινον κακοῦντες· ἀντὶ τοῦ, Ἐπέμειναν μέχρι πολλοῦ μοι πολεμοῦντες, καὶ τὴν οἰκείαν αὔξοντες ἀνο μίαν. δʹ. "Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρ τωλῶν." Τοὺς αὐχένας, βρόχους ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν· ὁ δὲ Θεοδοτίων κλοιούς· πάντα δὲ ἀληθῆ. Καὶ γὰρ οὓς κατεσκεύασαν τοῖς ἁγίοις βρόχους, κατέκοψεν ὁ τούτων Θεὸς, καὶ τοὺς περιταθέντας αὐτοῖς κλοιοὺς συνέτριψε, καὶ αὐ τοὺς τῶν ἁμαρτωλῶν τοὺς αὐχένας συνέκοψεν. εʹ. "Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών." ∆ιαμάρτοιεν, φησὶ, τῶν πονηρῶν ἐγχειρημάτων, καὶ τράποιντο εἰς φυγὴν οἱ τὴν Σιὼν πολεμοῦντες. ʹ, ζʹ. "Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὑτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὑτοῦ ὁ τὰ δράγματα συλλέγων." Ἔνια τῶν ἀντιγράφων οὐκ, ἐξηρανθῆναι, ἔχει, ἀλλὰ, ἐκσπασθῆναι· ὃ καὶ ἐπὶ τῶν ληΐων γινόμενον ὁρῶμεν ἀεί. Οὐδεὶς γὰρ ὑγρὸν ὄντα τὸν ἄσταχυν θερίζειν ἀνέχεται, ἀλλὰ μένει πεπανθῆναι, καὶ διαυανθῆναι, καὶ τότε τὴν δρεπάνην ἐπάγει. Ἡ δὲ ἐπὶ τῶν δωμάτων φυομένη πόα, πρὶν βλαστῆσαι καρπὸν, τῇ τοῦ ἡλίου ξηραί νεται προσβολῇ· τούτοις τῶν πολεμίων τὰς ἐγχει ρήσεις ἀπεικασθῆναι παρακαλεῖ, καὶ ταύταις παρα πλησίως ἄωρον δέξασθαι τέλος. 80.1900 ηʹ. "Καὶ οὐκ εἶπον οἱ παράγοντες· Εὐλογία Κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ἐν ὀνόματι Κυρίου." Οἱ τὰ κομῶντα θεώμενοι λήϊα, θαυμάζειν εἰώθασι τὴν γεωργῶν ἐπιμέλειαν, καὶ εὐλογοῦσι παριόντες τοὺς τὰ τοιαῦτα θερίζοντας· τοῖς δὲ τῶν δωμάτων τὸν χόρτον συλλέγουσιν, οὐδεὶς τοιοῦτο οὐδὲν ἐπ εφθέγξατο πώποτε. ΕΡΜΗΝ. ΤΟΥ ΡΚΘʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Τῶν δικαίων χορὸς ταύτην τῷ Θεῷ τὴν ἱκετείαν προσφέρει· μαρτυρεῖ δὲ καὶ αὐτὸ τοῦ ψαλμοῦ τὸ προοίμιον. "Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε." Ἀντὶ τοῦ, Κάτωθεν καὶ ἐξ αὐτῆς τῆς καρδίας ἀναπέμπω τὴν ἱκετείαν. Τῶν γὰρ μόνοις κεχρημένων τοῖς χείλεσιν ἡ θεία