298
ἔπειτα καὶ διαστελοῦμαι ἀπὸ τοῦ ἀπειθοῦντος; ἁπλῶς δὲ λέγω τυχὸν καὶ ἀδιαφόρως φέρομαι, μὴ διαστέλλων τὸν ὅσιον ἀπὸ τοῦ ἀνοσίου. ὑμεῖς θεὸν οὐ φοβεῖσθε; οὐχὶ καὶ περὶ ἀργοῦ ῥήματος δώσομεν λόγον; ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον, ἀδελφοί· ὃν φοβηθῶμεν, ᾧ ἀπὸ τοῦ δεῦρο δουλεύσωμεν ὁσίως, ἵνα, κακίας ἁπάσης μέχρι καὶ ἀργολογίας ἀπεχόμενοι, ἀρετῆς δὲ ἐχόμενοι, κληρονόμοι γενοίμεθα ζωῆς αἰωνίου, φυγόντες τὰ ἠπειλημένα κολαστήρια τοῖς καταφρονηταῖς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 474 {1Τοῖς μοναχοῖς τοῦ Φωτεινουδίου}1 Χαρᾶς μὲν ἡ προγραφὴ ὑμῖν, ἀδελφοί, λύπης δὲ ὅτι μάλιστα ἡ ἐπὶ τὸ γράφειν ὑπόθεσις, ὅτι ἀπολέλοιπεν ὑμᾶς ὁ ποιμὴν ὁ καλός, ὁ ἐν Κυρίῳ πατήρ, ὁ ὁδηγὸς καὶ φωστήρ, ὁ πολλοῖς ἔτεσι καὶ πολλὰ πρόβατα ποιμάνας καὶ τὴν λείαν ἐάσας πλήρη θρεμμάτων, εἴπερ ἐν διακοσίοις παρὰ εἴκοσιν ἠριθμημένην, ὁ αἰδέσιμος ἀνὴρ καὶ χάριτος θείας μέτοχος, ὁ λευκὸς ἄγαν τὴν τρίχα καὶ ἔτι λελευκασμένος τὴν καρδίαν, ὁ πλούσιος τὴν ἀγάπην καὶ πλουσιώτερος τὴν ἐλεημοσύνην, ὁ πλείοσιν ἀρεταῖς ὡς ἀληθῶς κατακεκοσμημένος, ἵνα μὴ ἓν καθ' ἓν ἀπαριθμούμενος μακρὸν εὑρεθῶ ἀποτείνων λόγον. ὤ, ὤ, πῶς οὐ ταῦτα θλιπτικά, πῶς δὲ οὐκ ὀδυρτικά, πῶς δὲ οὐκ ἐπ' ἐρημίας ἡ θεωρία τῆς ποίμνης ὅσον κατὰ τὰ φθάσαντα; Ἀλλὰ τί ἆρα; ἐπιμείνωμεν τῷ πένθει; κατηφιάσωμεν δυσθυμότερον; ἐναφεθῶμεν τῷ πάθει; οὐ μὲν οὖν, ὦ ἀδελφοί· ἀλλ', εἰδότες ὅτι δόγμα θεοῦ πᾶσιν ἀνθρώποις εἰς γένεσιν ἐλθοῦσιν αὖθις ἀναλύειν καὶ τὴν κρείττονα καὶ ἀπήμονα μεταλαμβάνειν ζωήν, ἧς ἀπαρχὴ Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ τῆς ζωῆς ἀρχηγός, παρακληθῶμεν παρακλήσει θεοῦ, εἰς ἑαυτοὺς γενώμεθα, εἴπωμεν· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο τὸν καλὸν διδάσκαλον, τὸν ἱερὸν καθηγεμόνα· τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ἵνα τοῦ ἡμετέρου πατρὸς ξενοπαθεῖν ἔχωμεν; εὐχαριστέον ὅτι τοιούτου ἠξιώμεθα καὶ ὅτι ἕως γήρους καὶ πρεσβείου ἡ χρονικὴ παράτασις καὶ ὅτι γε ἐγκατέλιπεν οὐκ ἀπροστατεύτους οὐδὲ ἐρήμους, ἀλλὰ καὶ εὐλόγησεν ἐξόδια καὶ ἐπηύξατο ἁρμόδια καὶ ἕνα τῶν σὺν ὑμῖν κατέστησεν ἐφ' ὑμᾶς προστατεύοντα· ὃν παραινοῦμεν ζώσασθαι ὡς τέλειον ἄνδρα τὴν ὀσφῦν καὶ χριστομιμήτῳ ταπεινώσει τῆς ἐμπιστευθείσης αὐτῷ διακονίας ἔχεσθαι, κανόνι καὶ ἴχνει τοῦ μακαρίου ἐκείνου πορευόμενον τῷ κατ' ἐντολὴν θεοῦ λόγῳ. Παρακαλοῦμεν δὲ ὡσαύτως καὶ ὑμᾶς, τὴν καλὴν ἀδελφότητα, ὁμογνώμῳ πίστει τε καὶ ἀγάπῃ τῷ νεοκτίστῳ καθηγεμόνι ὑπείκειν ἐν Κυρίῳ καὶ δεῖξαι ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστι καὶ ὁ ὅσιος πατήρ, προθυμούμενος καὶ συνδέων πάντας εἰς ὁμόνοιάν τε καὶ σύμπνοιαν. ναί, ἀδελφοὶ ἐπιπόθητοι, οὕτως ἔσεσθε, οὕτω παγιώθητε, κἂν πᾶσα ἀρχὴ οὐκ εὐθὺς εὐμάρειαν ἔχοι, χρόνῳ δὲ προϊοῦσα εἰς ἕξιν ἐπιστημονικὴν καθίσταται· μηδὲ ὁμοιωθῆτε τοῖς ἐκ φιλαρχίας ἀστάτοις καὶ ἀνεπιστήμοσιν. ἐπειδὴ δὲ ἐπὶ ξυροῦ τὸ τοῦ διωγμοῦ πρᾶγμα, μὴ προδῶτε, ὑμῶν δέομαι, τὴν πίστιν μηδὲ τὴν εὐσέβειαν, ἀλλ', εἰ ἥξει μηδαμῶς τοῖς αἱρετικοῖς καθ' οἱονδήποτε τρόπον συνυπαχθῆναι, φέροιτε γενναίως, πάντα δεύτερα ἡγούμενοι, μὴ μόνον μοναστήρια καὶ τὰ ἐν μοναστηρίοις ἅπαντα, κἂν εἶεν ὑπερλίαν ἄπορα, ἀλλὰ γὰρ καὶ τὰ ἑαυτῶν σώματα, τὴν καλὴν φυγαδείαν ἑλόμενοι καὶ τὸν τοῦ διωγμοῦ μακαρισμὸν στεφανούμενοι, τὸν ὑπερένδοξον καὶ ὑπερθαύμαστον, καθὰ καὶ ἐντέταλται ὑμῖν ὁ μακάριος. εἰ δὲ ὅτι ἑάλω ἐκεῖνος (ναί, καὶ φεῦ τῆς ἥττης), πλὴν ὅτι ἀνακέκληται, πλὴν ὅτι ἐπιτετίμηται καὶ μετὰ τῶν εὐσεβῶν συνῆπται καὶ εἷς ἐστι τῶν ἀδελφῶν καὶ πατέρων ἡμῶν, καθότι καὶ εἰσδέδεκται πρὸς τοῦ ἱεροτελεστοῦ ἡμῶν μακαριωτάτου πατριάρχου. Ταῦτα οὖν εἰδότες, ἀδελφοί, εὐψυχήσατε, εὐτακτήσατε, εὖ πράξοιτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὃς κἀκεῖνον ἀναπαύσειε μετὰ δικαίων καὶ ὑμᾶς καταρτίσειεν ἐν πᾶσιν ἀγαθοῖς, ἠγαπημένοι ἡμῶν ἀδελφοί. 475 {1Πέτρῳ Νικαίασ}1 Νῦν εὐοδούμεθα ἐπιστεῖλαι τῇ