299
οὐ τῆς τυχούσης καὶ τῶν πολλῶν ἐκείνων ἀνεκτήσατο αἰκισμῶν. τὴν ὁμοίαν δὲ ὁ δοριάλωτος ἐκεῖνος πρόνοιαν καὶ πρὸς Συναδηνὴν ἐπεδείξατο, ἀπανθρώπως κἀκείνην αἰκισθεῖσαν ἐγγὺς θανάτου καὶ γυμνὴν εἰς ἐκεῖνο τὸ δεσμωτήριον ἀποῤῥιφεῖσαν. πᾶσι δὲ ἦν ἔγκλημα ἡ περὶ βασιλέα τὸν Καντακουζηνὸν προτέρα εὔνοια καὶ τὸ χρή 2.299 ματα ἐκείνου κρυπτόμενα εἰδέναι, ἃ ἠναγκάζοντο φανεροῦν. οὐ 2.299 μὴν οὐδὲ τῶν εὐγενεστέρων ἀπείχοντο οὕτως αἰκίζειν ἀπανθρώπως. Ἀσανίναν γὰρ τὴν Ἀσάνη τοῦ Μιχαὴλ γαμετὴν τοῦ πρώτου τῶν Ἀσάνη τοῦ δεσπότου υἱῶν σχοινίοις αἰωρήσαντες, ἐμάστιξαν ἐφ' ἱκανὸν, ἐπικαλοῦντες, ὡς συνειδείη εἰς Βυζάντιον παρὰ Καντακουζηνοῦ ἐπὶ διαφθορᾷ τινων γράμματα ἀφιγμένα, ἃ ἐκέλευον δῆλα καὶ αὐτοῖς ποιεῖν. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα εἴρηται, δι' ἃ εἰς τοσοῦτον ἦλθον φόβου οἱ ἁπανταχοῦ τῆς Ῥωμαίων γῆς ἄριστοι τῶν πόλεων, ὡς μηδὲ τοῖς οἰκειοτάτοις ἄγαν θαῤῥεῖν τὴν προδοσίαν δεδοικότες. συμβὰν δέ τι καὶ τοιοῦτον μᾶλλον ἐξεφόβησεν. οἱ γὰρ ἐν Κωνσταντίνου τοῦ μεγάλου τοῖς βασιλείοις ὄντες δεσμῶται, ἐπεὶ τῶν νηστειῶν παρῆσαν αἱ ἡμέραι καὶ ἔδει ἀναθέσθαι τὰ κατ' αὐτοὺς ἀνδρὶ πνευματικῷ καὶ ἐξομολόγησιν ποιήσασθαι τῶν πεπλημμελημένων, ἐπεὶ μὴ ἐξῆν αὐτοῖς εἰσάγειν οἷς ἐθάῤῥουν, ᾐτοῦντο παρὰ τῶν ἀρχόντων εἰσελθεῖν, ὃν ἂν βούλοιντο αὐτοί. οἱ δέ τινα Γλύκαν ὄνομα, φαῦλον ἄνθρωπον καὶ περὶ μέθας ἠσχολημένον καὶ ἕτερα ἀτοπώτερά τινα, ἱμάτια μοναχῶν ἐνδύσαντες καὶ τὸ λεγόμενον μέγα σχῆμα περιθέντες, προσέπεμπον τοῖς δεσμώταις, οἷα πνευματικόν· ἐκέλευόν τε τοὺς λογισμοὺς τῶν ἀνδρῶν ἀνερευνᾷν, ὅ,τι περὶ Καντακουζηνοῦ διανοοῦνται καὶ εἰ συνίσασί τινας καὶ ἄλλους τὰ αὐτὰ ἐκείνοις ᾑρημένους. ὁ δὲ τὴν ὑπόκρισιν κέρδους ἕνεκα ὑπελθὼν ἡδέως καὶ γενόμενος 2.300 πρὸς τοὺς δεσμώτας, μετὰ τῶν πλημμελημάτων τὴν ἐξομολόγησιν ἠρώτα ἕκαστον ἰδίᾳ καὶ περὶ Καντακουζηνοῦ τοῦ βασιλέως ὅ,τι διανοοῦνται πράττειν. ἐκεῖνοι δὲ ὑποπτεύσαντες, οὐχ ὅπερ ἦν, ἀλλὰ πνευματικὸν μὲν εἶναι ἀληθῶς, τῷ μέρει δὲ προσέχειν τῆς περὶ πατριάρχην καὶ Ἀπόκαυκον τὸν μέγαν δοῦκα φατρίας, δείσαντες ἀπέσχοντο παντάπασι τοῦ καὶ τὰ πεπλημμελημένα ἐξομολογεῖσθαι. ὁ ἐμπαίκτης δὲ ἐκεῖνος ἐπεὶ μηδὲν ἀπώνατο τῆς πονηρίας, ἐκεῖθεν ἐξελθὼν, ἅ τε κακῶς ἐνέδυ ἀπεδύσατο ἐνδύματα, καὶ κοσμικὴν ἔχων ἐσθῆτα, τὰ συνήθη πάλιν περιῄει δρῶν. τὸ δρᾶμα δὲ τοῦτο λίαν πάντας ἐξεφόβησε καὶ πᾶσιν ἔπεισεν ὁμοίως ἀπιστεῖν. τούτων δὲ ἡ βασιλὶς οὐδὲν τοῖς πράττουσι συνῄδει, ἀλλὰ πάντα διῳκεῖτο μάλιστα μὲν Ἀποκαύκου τοῦ μεγάλου ἐπιτάττοντος δουκὸς, μετ' ἐκεῖνον δὲ καὶ τῶν ἄλλων τῶν συνωμοτῶν. πατριάρχης δὲ κατ' ἐκείνην τὴν περίοδον τῶν νηστειῶν, τῆς μεγάλης ἐνεστηκυίας παρασκευῆς, ἐν ᾗ ὁ ἐμὸς Χριστὸς ὑπὸ Ἰουδαίων συνελαμβάνετο, αὐτὸς πολλοὺς τοὺς τῷ νεῷ τῆς τοῦ θεοῦ Σοφίας διὰ τὴν ἀσυλίαν προσπεφευγότας παρεδίδου, καὶ συλληφθέντες ἤγοντο εἰς δεσμωτήρια καὶ πολλὰ καὶ δυσχερῆ ὑπέμενον. δι' ἃ δὴ πάντα, ἐπεὶ ἠγγέλλετο καὶ τότε Καντακουζηνὸν τὸν βασιλέα καταλειφθέντα μόνον ὑπὸ τῶν οἰκείων, εἰς ὄρος ἔρχεσθαι τὸ ἱερὸν ἐπὶ τῷ μοναχῶν ὑποδῦναι σχῆμα, πάντες ἔθεον πεζοὶ παρὰ τὸ τῆς Ὁδηγητρίας τέμενος, εὐχαριστίας ἀποδώσοντες τῆς ἐκείνου καταλύσεως. 2.301 ναʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ ἐκ Φερῶν ἀνέστρεφεν εἰς Ἔδεσσαν ἐλθὼν, ἣν περιεστρατοπεδευμένος ὁ Κράλης ἐπολιόρκει, τὴν μὲν πολίχνην εὗρε προσχωρήσασαν ἐκείνῳ χρήμασι διαφθείραντι τοὺς ἔνδον. ἀναμιμνήσκων δὲ τῶν ὅρκων καὶ τῶν συνθηκῶν τῶν πρὸς αὐτὸν, οἷς ἐνεγέγραπτο, εἰ πόλιν τινὰ τῶν Ῥωμαίοις ὑπηκόων, καὶ ἀπόντος βασιλέως, ἢ ὅπλοις ἢ τρόπῳ δή τινι ὑποποιήσαιτο, ἀποδιδόναι βασιλεῖ, ᾔτει τὴν πολίχνην. ὁ Κράλης τε παρείχετο ἑτοίμως, φάσκων πάντα τὰ ὑπεσχημένα πράξειν καὶ ὅπλοις καὶ χρήμασι καὶ πάσῃ δυνάμει συμμαχήσειν. βασιλεὺς δὲ τότε πρὸς τὴν πολίχνην μένειν αὐτὸς ἀλυσιτελὲς ὁρῶν, περὶ γὰρ τῆς εἰς ∆ιδυμότειχον ἐπανόδου πᾶσα ἦν αὐτῷ ἡ σπουδὴ, ἔκ τε τῶν οἰκείων φρουρὰν ἀξιόλογον μὴ δυνάμενος καταλείπειν, ὀλίγων τε ὄντων