299
Συρακουσίους παννυχίδα τῇ ̓Αρτέμιδι αγοντας πανδημεί, ἐκέλευσε στρατιώταις τισὶ κατ' ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ' αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων αμα πάντες ἀπὸ σημείου καὶ οἱ εσω καὶ οἱ εξω συνεβόησαν καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ προσεπήχησαν, ωστε ἀθρόαν τὴν εκπληξιν τοῖς Συρακουσίοις μηδ' αλλως ευ εχουσιν ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς ̓Αχραδίνης καὶ τῆς Νήσου καλουμένης. ὁ ουν Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ομως δ' ουν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκράτησεν. ἐγκρατεῖς δὲ τούτων οἱ ̔Ρωμαῖοι γενόμενοι αλλους τε πολλοὺς καὶ τὸν ̓Αρχιμήδην ἀπέκτειναν. διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πολεμίους ἐφίστασθαι, "πὰρ κεφαλάν" εφη "καὶ μὴ παρὰ γραμμάν." ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ 2.265 τε ἐφρόντισε καὶ εἰπών "ἀπόστηθι, ανθρωπε, ἀπὸ τῆς γραμμῆς" παρώξυνέ τε αὐτὸν καὶ κατεκόπη. ̔Ο μὲν ουν Μάρκελλος τὰς Συρακούσας ἑλὼν καὶ τῆς αλλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ ἐπῃνεῖτο μεγάλως καὶ υπατος ἀποδέδεικτο. προεβάλοντο μὲν γὰρ τὸν Τορκουάτον, ος ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ' ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς "ουτ' αν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα ουτ' αν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε," τὸν Μάρκελλον καὶ Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ ̓Αννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι επεμψαν· καὶ μάχαις τισὶν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ ει γε μὴ Κορνήλιος ∆ολοβέλλας στρατηγὸς ἐπελήλυθε, πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο αν. Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ ̔Ρωμαίων, καίτοι τοῦ ̓Αννίβου ἐς τὴν ̔Ρώμην ὁρμήσαντος, ιν' ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ αστεος. οἱ γὰρ ἐν τῇ ̔Ρώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ετερον τῶν ὑπάτων ἐν Καπύῃ μεῖναι, τὸν δ' ετερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν, ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν ̔Ρώμην ἠπείχθη. Τοῦ δ' ̓Αννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλμοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν αλλον χρόνον ἠγάπων, εἰ τά γε ἐντὸς τῶν 2.266 τειχῶν περισώσαιντο, ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις αμα προσβαλεῖν εμελλεν, ἀνερρίψαντο, τὸ τοῦ λόγου, κύβον, καὶ ἐπεξέδραμον. καὶ ἀκροβολιζομένων ηδη χειμὼν ἐξ αἰθρίας ἐξαίσιος ἐπεγένετο μετὰ πνεύματος ἀμηχάνου βροντῶν τε καὶ χαλάζης καὶ ἀστραπῶν, ωστ' αμφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναφυγεῖν οθεν ωρμησαν. αρτι τε τὰ οπλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν ̓Αννίβας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συνόδου καιρὸν συνενεχθῆναι τὰ γεγονότα, ομως οὐκ ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αυθις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς οτι ἐν τηλικούτῳ κινδύνῳ οντες ουτε τῆς Καπύης ἀπέστησαν καὶ ἐς τὴν ̓Ιβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν πέμψειν εμελλον, καὶ οτι χρημάτων δεηθέντες ἐπώλησαν αλλα τε καὶ τὸ χωρίον ἐν ῳ ἐστρατοπεδεύετο δημόσιον ον, καὶ ἀπογνούς, ἀπανέστη, πολλάκις ἀναβοήσας "ω Κάνναι Κάνναι." καὶ οὐδὲ τῇ Καπύῃ ετ' ἐπικουρῆσαι ἠθέλησεν. Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις οντες, ομως ἀπογνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ ̔Ρωμαίων ἀντεῖχον, καὶ τῷ ̓Αννίβᾳ ἐπέστειλαν, βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου, ὁ γὰρ Κλαύδιος εφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. ους ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ο,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, ̓Ιούβιός τις Οὐίριος ἐν τοῖς πρώτοις αὐτῶν ων καὶ τῆς ἀποστάσεως αἰτιώτατος "μία ἡμῖν ἐστιν" εφη "καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οικαδε· εχω γάρ τι φάρμακον 2.267 παρεσκευασμένον." καὶ ὁ μὲν