299
κομπάσματα. Νεηκονῆ. νεωστὶ ἠκονημένα. Νεηγενέσ. νεωστὶ γεννηθέν. Νέβελ. κεράμιον. Νείατον. τὸ εσχατον. ὡς παρὰ τὸ μέσος γίνεται μέσατον, ουτω καὶ παρὰ τὸ νέω νέατον καὶ νείατον. Νεῖκοσ. ἡ φιλονεικία. παρὰ τὸ νέοις ἐοικέναι. ἡ γὰρ φιλονεικία τοῖς νέοις ἁρμόζει. Νειλόεν νᾶμα. τὸ τοῦ Νείλου. Νεῖλος δὲ ποταμός ἐστιν ἐν Αἰγύπτῳ. παρὰ τὸ νέαν ἰλὺν εχειν ἐν τῇ ἀναβάσει, Νέϊλος καὶ Νεῖλος. η παρὰ τὸ νέω, τὸ ῥέω, Νέϊλος, ὁ ῥέων ἰλύν· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν. η ωσπερ παρὰ τὸ πένθω πενθίλος, ουτως καὶ παρὰ τὸ νέω Νεΐλος καὶ κατὰ συναίρεσιν Νεῖλος. καὶ γὰρ νέος κατ' ετος γίνεται· πλημμυρεῖ γὰρ κατ' ετος καὶ ποτίζει τὴν Αιγυπτον. Νεανικώτερον. τολμηρότερον. nu.1393 †Νεῖον. τὸ τῆς νηὸς πυθμενοειδὲς ξύλον.† Νέκταρ. θεῖον πόμα. καὶ νεκτάρειον πόμα, τὸ θαυμαστὸν καὶ ἀκήρατον. η νέκταρ τὸ τῶν θεῶν πόμα, οἱονεὶ ὁ συνέχων τοὺς πίνοντας ἐν νεότητι. παρὰ τὸ εχω καὶ τὸ νέον γίνεται νέκταρον, καὶ κατὰ συγκοπὴν νέκταρ. διὸ καὶ ἡ Ηβη αὐτὸ κιρνᾷ. τινὲς ἐπὶ τοῦ θείου νάματος. παρὰ τὸ ˉνˉε στερητικὸν καὶ τὸ κτῶ γέγονε νέκταρ· οἱονεὶ τὸ στέρησιν ποιοῦν τὸ κτᾶσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας αὐτό· ἀφ' ου δηλοῦσθαι τὸ ἀθάνατον· οιον τὸ μὴ κτεινομένοις διδόμενον. Νεόδμητον. τὸ νεοκατασκεύαστον. Νεόφθιτον. τὸ νεόφθαρτον. †Νεαλέσ. τὸ νεωστὶ ἑαλωκός· οιον ἰχθῦς. δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.† †Νεόκτητον. τὸ νεωστὶ κατεσκευασμένον.† Νεόκμητον. τὸ νεωστὶ κατεσκευασμένον. Νεοσύλλεκτον. τὸ νεοστράτευτον. Νεόβδαλτον. τὸ νεοάμελκτον. γάλα νεόβδαλτον. Νεώττιον. πωλίον. Νεμειαῖον. ορος Πελοπονήσου. Νέφοσ. τὸ πλῆθος. νέφος μαρτύρων. η καὶ τὸ τῶν ὑετῶν ἀπὸ τῆς ἀνηνεχθείσης ἀναθυμιάσεως nu.1394 εἰς υδωρ. οἱονεὶ τὸ ἐστερημένον φάους, νέφαος, νέφος. η παρὰ τὸ νείφω, τὸ βρέχω. ουτω Φίλων. Νεῦρον. παρὰ τὸ νεῖσθαι δι' ολου τοῦ σώματος. Νεώνητα. νεωστὶ ἀγορασθέντα. ( ̔Ρῆμα.) Νέηαι. πορευθῇς. νέω, τὸ πορεύομαι, νέομαι, νέεται, τὸ ὑποτακτικὸν νέησαι, καὶ τὸ ̓Ιωνικὸν νέηαι. Νεανιεύεται. ἀλαζονεύεται. Νεῖαι. πορευθήσῃ. Νεῖν. ἀντὶ τοῦ κολυμβᾷν. Νείκησεν. υβρισεν· ἐφιλονείκησεν. καὶ νεικείῃσιν. ἀπὸ τοῦ νεικῶ, νεικείω, νεικείῃ, καὶ ἐκτάσει τῆς ˉσˉι συλλαβῆς νεικείῃσι. Νείφει. χιονίζει, βρέχει. ἀπὸ τοῦ νέφος, ἐξ ου νόφος καὶ γνόφος, γίνεται νέφω καὶ νείφω. Νέμεται. βόσκεται. Νέμω. τὸ παρέχω. καὶ νεῖμαι. Νεμεσήσεται. μέμψεται. καὶ νεμεσᾷ. καὶ νεμεσήσεαι. ἀπὸ τοῦ νεμεσῶ, δευτέρας συζυγίας περὶ πάθους ἐνεστῶτος ἰωνικοῦ. Νενέαται. σεσώρευται. εστι ῥῆμα νῶ, τὸ σωρεύω. ὁ παρακείμενος νένηκα, ὁ παθητικὸς nu.1395 νένημαι, νενήμεθα, νένησθαι, νένηνται, καὶ τὸ ἰωνικὸν νενέαται. Νενευκότι. συγκύψαντι. Νέονται. πορεύονται. καὶ νέω. Νευστάζων. κινῶν· ἐννεύων. νευστάζων κάραν ̓Ιούδας. Νέω. τὸ κολυμβῶ. Νεωτερίζει. καινὰ πράττει. ἀνταίρει. Νεώσαντεσ. ἀρόσαντες. Νεωλκῆσαι. εξω τὴν ναῦν ἑλκῦσαι. Νέαται. κατῳκισμέναι εἰσί. ἀπὸ τοῦ νῶ, ου παράγωγον νέω. ὡς τὸ κέαται. ( ̓Επίῤῥημα.) Νειόθεν. ἐσχάτως. Νέρθεν. ὑποκάτωθεν. παρὰ τὸ ενερθεν, νέρθεν, κατὰ ἀφαίρεσιν τοῦ ˉε. τοῦτο παρὰ τὴν εραν, τὴν γῆν. γέγονεν ερος καὶ ενερος, ἐνέρωθεν καὶ συγκοπῇ ενερθεν. Νεωστί. ἀρτίως, προσφάτως. οἱ νέοι, τῶν νέων, ἐπίῤῥημα νέως, νεωστί. Νέωτα. εἰς τὸ αυριον, εἰς τὸ μέλλον. ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος. ̓Αττικῶς. παρὰ τὸ νέος νέωτα, κατ' εκτασιν τοῦ ˉο εἰς ˉω. η εστι νέοτε, ὡς αλλος αλλοτε, καὶ τροπῇ αἰολικῇ τοῦ ˉε εἰς τὸ ˉα ἐπ' αὐξήσει τοῦ ˉο. nu.1396 Τὸ Ν μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Νήδυμοσ. ὁ γλυκὺς, ὁ ἡδύς. νήδυμος υπνος. οἱ δὲ ηδυμος, χωρὶς τοῦ ˉν. καὶ ισως ἐνόμισαν ἀπὸ τοῦ ἡδὺς ειναι παράγωγον. λέξεως δὲ δασυνομένης οὐ συντίθεται τὸ ˉν κατ' ἀρχάς. εστι δὲ ἀπὸ τοῦ δύω, δύσω, ἐξ ου ῥῆμα ονομα δύμος καὶ μετὰ τοῦ ˉνˉη ἐπιτατικοῦ νήδυμος. Νῆϊσ. ὁ ἐστερημένος. Νηΐτης στόλοσ. ὁ διὰ τῶν νηῶν. Νήκερωσ. ὁ μὴ εχων κέρας. Νήλωποσ. ὁ μὴ εχων ἱμάτιον. Νηλῆϊ. τὸ Νηλεῖ, ποιητικῶς. Νηλήσ. ὁ ἀνηλεής. Νηλήτεισ. τοὺς ἁμαρτωλούς. ὡς ἀπὸ τοῦ εὐσεβὴς γίνεται εὐσεβέες, εὐσεβεῖς, ουτως καὶ ἀπὸ τοῦ νηλήτης γίνεται νηλήτεες, νηλήτεις.