299
τῇ χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους; Καὶ εἶπεν· Οὐχ οὕτως. ∆ιὰ τοῦτο ἐν τῷ παραδοῦναι Κύριον τὸν Ζεβεὲ καὶ Σαλμανὰ ἐν τῇ χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου. Καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ, καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως. Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ, ὃν τρόπον ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Σοχώθ. Καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουήλ· Ἂν ᾖ ἐπιστροφή μου μετ' εἰρήνης, καὶ καταστρέψω τὸν πύργον τοῦτον. Καὶ ἀνέστρεψε Γεδεὼν ἐκ τοῦ πολέμου, καὶ συνέλαβεν παιδάριον ἐκ τῶν υἱῶν Σοχὼθ, καὶ ἐπερώτησεν αὐτῷ· καὶ ἀπεγράψατο τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. Καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοχὼθ, καὶ εἶπεν· Ἰδοὺ Ζεβεὲ καὶ Σαλμανὰ, δι' οὓς ὠνειδίσατέ με, λέγοντες· 96.412 Μὴ χεὶρ Ζεβεὲ καὶ Μαδιὰμ ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλελυμένοις ἄρτους; Καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ τὰς ἀκάνθας τῆς ἐρήμου, καὶ κατέξανεν ἐν αὐταῖς τοὺς ἄνδρας Σοχώθ· καὶ τὸν πύργον Φανουὴλ κατέστρεψεν, καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.» «Ἀνεπήδησεν, καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ ∆αβίδ· Τίς ∆αβὶδ, καὶ τίς υἱὸς Ἰεσσαί; Σήμερον πεπληθυσμένοι εἰσὶν οἱ παῖδες, ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ· καὶ λήψομαι τοὺς ἄρτους μου, καὶ τὸν οἶνόν μου, καὶ τὰ θύματά μου, ἃ τέθεικα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσίν;» «∆ώρων ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν.» «Ἔστιν ἀῤῥωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ· καὶ ἀπολεῖται ὁ πλοῦτος αὐτοῦ ἐκεῖνος ἐν πειρασμῷ πονηρῷ.» «Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πολλή ἐστιν ἐπὶ τῶν ἀνθρώπων· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ πάντων ὧν ἐπιθυμεῖ· καὶ ὅτι οὐκ ἐξουσιάζει αὐτῷ ὁ Θεὸς τοῦ φαγεῖν ἀπ' αὐτοῦ, ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν.» «Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ· καὶ καταλείψει αὐτὰ ἑτέροις, καὶ ἀποθανεῖται.» «Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ, συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. Ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθός; Τέκνον, καθόσον ἔχεις, εὖ ποίει σεαυτῷ.» «Πονηρῷ ἐπ' ἄρτῳ διαγογγύσει πόλις.
ΤΙΤΛ. ΙΑʹ. -Περὶ φιλαιτίου καὶ φιλεγκλήμονος.
«Ὁ ἐγκαλῶν ἀδίκως, οὐ διαφεύξεται.» «Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν.»
ΤΙΤΛ. ΙΒʹ. -Περὶ φθόνου καὶ ζήλου.
«Ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν ∆αβὶδ, καὶ ἔλεγον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ. Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ, καὶ εἶπεν· Τῷ ∆αβὶδ ἔδωκαν τὰς μυριάδας, κἀμοὶ τὰς χιλιάδας. Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν ∆αβὶδ ἀπὸ ἡμέρας ἐκείνης.» «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμήσῃς τῶν βρωμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει.» «Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.» «Σκληρὸς ὡς ᾅδης ζῆλος.» 96.413 «Φθόνῳ τετηκότι οὐ συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνεῖ σοφίᾳ.» «Βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά.» «Ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα;» «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Ἀπὸ τῶν ζηλούντων κρῦψον τὴν βουλήν σου.» «Τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· καὶ ἐὰν εὖ ποιήσῃ ἐν λήθῃ, οὐχ ἑκὼν ποιεῖ· καὶ ἐπ' ἐσχάτων ἐκφαίνεται τὴν κακίαν αὐτοῦ.» «Πᾶς ἁμαρτωλὸς, καὶ φθονερὸς, καὶ δίγλωσσος ἀτιμίαν ἕξει.» «Ἄλγος καρδίας καὶ πένθος καρδίας, γυνὴ ἀντίζηλος ἐπὶ γυναικί.» «Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σου.» «Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηνάριον συνεφώνησας;» «Ὅπου