299
κατηγο ρεῖ Γραφή. Καὶ νῦν μέν φησιν ὁ προφήτης Ἱερε μίας πρὸς τὸν τῶν ὅλων Θεόν· "Ἐγγὺς εἶ στόμα τος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν·" νῦν δὲ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου Ἰουδαίων κατηγορεῖ λέγων· "Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ." Οἱ δὲ νῦν ἱκε τεύοντες ἀπὸ τοῦ βάθους τῆς καρδίας τὴν εὐχὴν ἀνα πέμπουσι. βʹ. "Κύριε, εἰσάκουσον τῆς φωνῆς μου, γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου." Καὶ ἀνθρωπίνως τοῖς λόγοις χρησάμενος, οἶδε τὸ θεῖον ἀσώματον· τὴν γὰρ ἀκουστικὴν ἐνέρ γειαν καὶ ὀπτικὴν προσηγόρευσεν. Ἡμῶν γὰρ οἱ ὀφθαλμοὶ τὴν ὀπτικὴν ἔχουσι δύναμιν, τὰ δὲ ὦτα τὴν ἀκουστικὴν ἐνέργειαν ἐπιστεύθη. Ὁ δὲ Θεὸς ἧ ἀκούει, ταύτῃ καὶ βλέπει, καὶ ᾗ βλέπει, ταύτῃ καὶ ἀκούει. γʹ. "Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε." Ὁ τῶν δικαίων χορὸς ἱκετεύει τὸν Κύριον μὴ ταῖς ἁμαρτίαις μετρῆσαι τὰς τιμωρίας. Οὕτω καὶ οἱ περὶ τὸν μακάριον Ἀνανίαν τοῦ λαοῦ τὰς παρανομίας τῷ προσώπῳ ἑαυτῶν περιέθεσαν. "Κύριε, τίς ὑποστή σεται;" Ἐὰν γὰρ δικαίως τὰ τῆς δίκης κατάσχῃς ζυγὰ, τίς ἱκανὸς τὴν ὑπὸ ταύτης ἐκφερομένην ψῆ φον ὑπενεγκεῖν; ἀνάγκη γὰρ πάντας ὑπομεῖναι τὸν ὄλεθρον. δʹ. "Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν." Ἔχεις φιλ- ανθρωπίαν τῇ δικαιοσύνῃ συνεζευγμένην, καὶ ταύτῃ μᾶλλον πέφυκας, ἢ ἐκείνῃ κεχρῆσθαι. "Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου." Ἀντὶ τοῦ ὀνόματος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων φόβον ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος νόμον. ∆ήλη δὲ ὅμως τοῦ ῥητοῦ ἡ διάνοια. Λέγει γὰρ, ὅτι Ταύτην εἰδώς σου τὴν ἀγα θότητα (οἷον γάρ τινι νόμῳ κέχρησαι τῷ ἐλέῳ), τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀπαγορεύω, ἀναμένων τῶν 80.1901 ἀγαθῶν τὴν ὑπόσχεσιν. Λόγον γὰρ ἐνταῦθα τὴν ἀγαθὴν ὑπόσχεσιν κέκληκε· φιλανθρωπίαν δὲ τοῖς μετανοοῦσιν ὑπέσχετο. εʹ. "Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός." Ἀντὶ τοῦ, διὰ πά σης ἡμέρας· φυλακὴ γὰρ πρωΐα ἡ τελευταία ὥρα τῆς νυκτός· οἱ γὰρ τελευταῖοι φύλακες μέχρι ἐκεί νου φυλάττουσι τοῦ καιροῦ. ʹ. "Ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον." Οὐκ ἀρκοῦνται οἱ δίκαιοι μό νον τῆς εἰς Θεὸν ἐλπίδος ἔχειν τὸν πλοῦτον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὴν ὁμοίαν κτῆσιν προτρέπουσι, καὶ τὸ ἐντεῦθεν φυόμενον δηλοῦσι κέρδος. ζʹ. "Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις." [Φιλοικτίρμων γὰρ καὶ φιλ άνθρωπος ὁ ∆εσπότης, καὶ τοῖς μεταμελομένοις παρέχει τὴν σωτηρίαν.] ηʹ. "Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ." Πρόῤῥησιν ὁ λόγος ἔχει τὴν κατὰ τὸν ∆εσπότην. Αὐτὸς γάρ ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὕτω καὶ ὁ θεῖος ἔφη Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· "Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν."
ΕΡΜΗΝ. ΤΟΥ ΡΛʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ταπεινοφροσύνην ὁ προφητικὸς ἐκπαιδεύει
λόγος, καὶ τῶν ταύτης ἐρα στῶν εἰσάγει τὸ πρόσωπον προσευχομένων, καὶ τὸν Θεὸν λιπαρούντων. "Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου." Τῆς καρδίας τὸ ὕψος οὐ μόνοις τοῖς δυσσε βέσιν, ἀλλὰ καὶ τοῖς ἁγίοις λυμαίνεται. Καὶ διδάσκει τῶν Παραλειπομένων ἡ ἱστορία περὶ τοῦ Ἐζεκίου τοῦ εὐσεβοῦς λέγουσα βασιλέως, "Ὅτι ἐταπεινώθη ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ." ∆ιὰ τοῦτο καὶ ὁ Κύριος τοῖς ἱεροῖς αὑτοῦ παραινεῖ μαθηταῖς λέγων· "Πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυ τὸν ταπεινωθήσεται." -"Οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου." Ἴδιον τῶν ὑπερηφάνων τὰς ὀφρῦς ἐπαίρειν, καὶ τὴν γνάθον φυσᾷν, καὶ πάντων ὑπερ φρονεῖν. Οἱ δὲ τοῦ πάθους ἀπηλλαγμένοι, οὐχ ὡς ἀγνοοῦντα διδάσκουσι τοῦτο τὸν κριτὴν, ἀλλ' ὡς εἰδότα καλοῦσιν εἰς μαρτυρίαν. "Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις." Ὁ δὲ Σύμμαχος, ἐν μεγαλειότησιν· ὁ δὲ Ἀκύλας, ἐν μεγαλωσύναις. "Οὐδὲ ἐν θαυ μασίοις