299
πατρικῇ σου ἁγιωσύνῃ, ὁπηνίκα ἀνθυπεστρέψαμεν τῆς φυγαδείας· ἐπείπερ ἡ τῶν Ἀράβων ἔφοδος σὺν πολλοῖς ἄλλοις καὶ ἡμᾶς τοὺς ταπεινούς, μεθεῖσα τῆς ξενίας, ἀπήγαγε πρὸ τοῦ ἄστεος ἐν τῇ Πριγκίπῳ νήσῳ. ἐν ᾗ ὅσον ἐταλαιπωρήσαμεν ἀπό τε τοῦ συνέχοντος ἡμᾶς φυγαδευτικοῦ λαοῦ, τοῦ τε καύσωνος καὶ τῶν δυσπότων ὑδάτων, τί δεῖ καὶ λέγειν; εἶτα, ἐπειδὴ προύβημεν ἐγγυτέρω κατὰ τὴν Χαλκηδόνα, ἐκεῖ τοῖν δυοῖν θάτερος κατεπέσαμεν ἐν ἀσθενείᾳ δυσοίστῳ, νεφριτικοῖς πόνοις παιδευούσῃ ἡμῶν τὴν ἐλεεινὴν σάρκα μέχρις ἑβδοματιαίου χρόνου καί, ἁπλῶς εἰπεῖν, ἀργαλεωτέρα ἡμῶν ἡ ὁδὸς ἐγεγόνει. ὅμως τρία ταῦτα γέγονεν ἡμῖν ἐπιτεύγματα θεοῦ χάριτι, τόν τε μακαριώτατον ἡμῶν ἀρχιερέα προσκυνῆσαι, κομισαμένους τὰς ἱερὰς προσευχὰς αὐτοῦ, ἔπειτα τούσδε καὶ τούσδε τῶν ἱερῶν πατέρων καὶ ἀδελφῶν καὶ τρίτον τὸ διαλῦσαι ἐλέει θεοῦ τὰς ἐνστάσεις καὶ ἀντιπαραστάσεις, ἃς καθ' ἡμῶν οὐκ οἶδ' ὅθεν ἀνῆψαν οἱ τῆς εἰρήνης δημιουργοί· σχισματικοὺς ἡμᾶς προανεζωγράφησαν τῆς τοῦ θεσπεσίου ἡμῶν ἀρχιερέως συναφείας, ἰδιονόμους ἀπεφήναντο ἐν ταῖς ἐπιτιμίαις τῶν ἑαλωκότων τῇ αἱρετικῇ κοινωνίᾳ, ἄλλα, ἅττα ἐργωδέστερον τῷ γράμματι ἐπικυκλεῖν. Πλήν, ὡς προείρηται, εὐχαῖς σου πρὸς ἓν ἕκαστον ἀπαντήσαντες εὐθυβόλως, καὶ τοῦ ἱεροῦ ἡμῶν πατριάρχου κοινωνικοὶ εἶναι ἀποδεδείχαμεν, ὃς καὶ μετὰ ὑπερβαλλούσης συγκαταβάσεως καὶ ἐδέξατο καὶ ἐφιλοφρονήσατο καὶ ἀπέστειλεν ἡμᾶς, μή τινος λόγου τῶν σκαιωρηθέντων ἐπιμνηματισθέντος, οὐ μὴν ἀλλὰ καὶ τοῦ κυρίου Ταρασίου καὶ ἐν ἁγίοις μνημονευομένου· ἔφασαν γὰρ οἱ δῆθεν φιλοπάτορες καὶ τούτου ἡμᾶς διεσχίσθαι καὶ τήν γε ἐν Νικαίᾳ τὸ δεύτερον ἁγίαν σύνοδον τοπικὴν ἀποκαλεῖν. ἡμεῖς δὲ συνεστησάμεθα ἑαυτοὺς καὶ αὐτὸν ἐν πατράσιν ἁγίοις ἔχειν καὶ τήν γε σύνοδον οἰκουμενικὴν ὁμολογεῖν ἐγγράφως τε καὶ ἀγράφως, εἰς καί που καί ποτε καί πως καί τισιν ἀπεκρίθημεν ἑτέρως. ἃ οὐ δεῖ, ὥσπερ καὶ τὰ τηνικαῦτα ἑτέρως πεπραγμένα, νῦν ἀναζητεῖν καὶ ἀναξαίνειν· ἔστι γὰρ ταραχῆς αἴτιον καὶ οὐδὲν ὄνησιν φέρον ἢ μᾶλλον λογομαχίαν καὶ προσκοπὴν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, οὕτως καὶ οὕτως, οἵδε καὶ οἵδε ἔδρασαν, ἔγραψαν, ἕκαστοι τὸ ἀληθὲς ἔχειν οἰόμενοι. μακροῖς ἔτεσιν, ὡς οἶσθα, τριπόθητε, τὸ θρυλλούμενον κατεπράχθη, ἀνατολῇ καὶ δύσει γνώριμον γενάμενον· τὰ πεπραγμένα καὶ γεγραμμένα οὐθέτερον μέρος ἀνατρέπειν οἷόν τέ ἐστιν. νῦν καιρὸς ὁμονοίας, νῦν καιρὸς συναθλήσεως· τὰ ἐγκαταλείμματα τοῦ γεγραφότος, εἰ μὲν εὖ ἕξειν δοκεῖ τοῖς μετέπειτα, ἐπαίνου ἔνδικα, εἰ δὲ μή, τοὐναντίον. πιστὸς ὁ λόγος, καὶ περὶ τούτου λέγειν ἄλλο οὐ βουλόμεθα οὔτε νῦν οὔτε πρὸς τὸ ἑξῆς· καὶ δηλώσει, φησίν, ἡ τῆς ἀποκαλύψεως ἡμέρα καὶ τὸ τελευταῖον πῦρ, ᾧ κρίνεται καὶ καθαίρεται τὰ ἡμέτερα. Ταῦτα, ὁμοῦ μὲν ὡς πατρὶ συμψύχῳ καὶ εἰρηνάρχῳ, ὁμοῦ δὲ καὶ ὡς τὸ ἐξειπεῖν τὰ λυπηρὰ ῥᾳστώνην οἶδεν φέρειν τοῖς ὀδυνωμένοις, ἀναγκαίως γέγραπται. εἰ δὲ παρακληθεὶς ὀφθῇς ἡμῖν τοῖς ταπεινοῖς, κόπον ἀγάπης ἀναλαμβανόμενος, πάντως ἡδείους ἡμᾶς ποιήσειας περὶ πάντα. οἱ σὺν ἡμῖν προσαγορεύουσι πλεῖστα τὴν ἁγιωσύνην σου. τοὺς σὺν σοὶ καὶ ἡμεῖς πλεῖστα προσφθεγγόμεθα, παναγιώτατε. 476 {1Νικήτᾳ σπαθαρίῳ}1 Ἐδηλώθη μοι ὑπὸ τοῦ καλοῦ σου ἀδελφοῦ ὅτι τις τῶν ἡμετέρων ἱεραρχῶν ἐνδιέβαλέν με ἐπὶ τοῦ τιμίου προσώπου τῆς ἀγάπης σου ὡς θεοποιούμενον τὴν Χριστοῦ εἰκόνα καὶ τοῦτο κεῖσθαι ἐν τῇ πρὸς τὸν ἀδελφὸν Ἀθανάσιον ἐπιστολῇ μου. ἐφ' ᾗ διαβολῇ ἐστέναξα ὁ ταπεινός, ἐννοούμενος πῶς οἱ κατηγγελμένοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον ἐν ἡμέρᾳ κρίσεως ἐπὶ τῶν οὕτω μεγίστων (τί γὰρ μεῖζον πίστεως;) ἁπλῶς καὶ ἀφυλάκτως φθέγγονται, κατηγορίας βέλει τιτρώσκοντες τοὺς ἀνευθύνους καὶ οὐχὶ μᾶλλον, εἴπερ καί τι ἦν ἐσφαλμένον, ἀγαπητικῶς ὑπομνῆσαι κατὰ τὸ γεγραμμένον· ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν. τὸ δὲ οὕτως ἐνδιαβάλλειν οὐ μόνον ἐστὶ τῆς ἐντολῆς ἀναιρετικόν,