300
τῶν συνεπομένων καὶ μὴ πειθομένων χωρὶς ἐκείνου ἀπολείπεσθαι ἐκεῖ, τὴν μὲν πολίχνην ὡς ἰδίαν καὶ ἄκων κατέλιπε πρὸς Κράλην φυλάττειν ὑπ' ἀνάγκης, ἄχρις οὗ, καιροῦ καλοῦντος, αὖθις ἀπολάβῃ. αὐτὸς δὲ ἅμα Κράλῃ πρὸς τὴν Τριβαλῶν ἀνεχώρουν γῆν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἐπεὶ πύθοιτο ἐκ Φερῶν ἀνακεχωρηκότα βασιλέα μετὰ Τριβαλῶν, ὑποπτεύσας τοὺς ἐν ∆ιδυμοτείχῳ σφόδρα τεθορυβῆσθαι καὶ πρὸς διχοστασίαν ἔσεσθαι ῥᾳδίους καὶ διὰ ταῦτα παραστήσεσθαι ἐλπίσας, στρατιὰν ὅση ἦν ἐκ Βυζαντίου καὶ τῶν κατὰ Θρᾴκην πόλεων συναγαγὼν πεζήν τε καὶ ἱππικὴν, κατὰ ∆ιδυμότειχόν τε ἐγένετο καὶ προσῆγε λόγους περὶ πα 2.302 ραδόσεως. ὡς δ' ἐκεῖνοι παρεδέχοντο οὐδαμῆ τοὺς λόγους, τὸ μὲν τειχομαχεῖν ἀπεγίνωσκε, διά τε καρτερότητα τειχῶν καὶ εὐψυχίαν καὶ τόλμαν τῶν ἐχόντων ἀνάλωτον νομίζων· τὸ Ἐμπυθίου δὲ φρούριον περιστρατοπεδευσάμενος, ἐπολιόρκει καὶ μηχαναῖς ἐχρῆτο καὶ τειχομαχίαις, περὶ πλείονος τὸ παραστήσασθαι ποιούμενος. ἐπεχείρει δὲ κρύφα καὶ τοῖς ἐν ∆ιδυμοτείχῳ, εἰ δύναιτο πείθειν τὴν πόλιν παραδοῦναι· ἤνυε δὲ οὐδέν. ἀφιγμένου γάρ τινος παρὰ βασιλέως καὶ μεμηνυκότος, ὡς οὐκ ἀληθῆ τὰ περὶ ἐκείνου εἰρημένα εἴη, ἀλλ' ὑποστρέψειε μὲν διὰ τὴν περὶ τὴν στρατιὰν συμβᾶσαν νόσον, αὖθις δὲ παρασκευάζοιτο ὡς ἀφιξόμενος, ἀνεθάρσησάν τε καὶ ἕτοιμοι ἦσαν ὡς ὑπὲρ ἐκείνου πάντα καὶ πεισόμενοι καὶ πράξοντες. ὁ μέγας δὲ δοὺξ ὀλίγα τῇ τοῦ Ἐμπυθίου ἐνδιατρίψας πολιορκίᾳ, ἐπεὶ πύθοιτο ἀθρόον στρατιὰν Σκυθικὴν εἰς τὴν Ῥωμαίων ἐμβεβληκυῖαν, ἀσυντάκτως ὑπὸ δέους τῆς πολιορκίας ἀπαναστὰς, πρὸς Ἀδριανούπολιν ἐχώρει σπουδῇ πολλῇ. οἱ δὲ ἐν ∆ιδυμοτείχῳ τὴν ἀταξίαν ὁρῶντες τῆς τῶν Ῥωμαίων στρατιᾶς καὶ νομίσαντές τι περὶ αὐτοὺς συμβεβηκέναι τὸ μάλιστα οὕτω θορυβῆσαν, αὐτίκα τε ἐγένοντο εἰς τὸ στρατόπεδον, καί τινων ἐκράτησαν ὀλίγων ἐπιθέμενοι, σῖτόν τε καὶ βοσκήματα καὶ ἄλλας διαρπάσαντες ἀποσκευὰς, εἰσῆγον ἐντὸς τειχῶν. ἐξ ὅτου γὰρ οἱ ἐκ τῆς ἔξωθεν συνοικίας πόλεμον ἀράμενοι πρὸς τοὺς ἔνδον ἀνέστησαν ἡττηθέντες, οὐδ' οἱ ἔνδον γεωργίαις προσεῖχον, εἰδότες ὡς οὐδεμία τις ὠφέλεια ἐκ τούτων ἔσται, 2.303 αὐτῶν πολιορκουμένων καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι ὑπὲρ αὐτῶν οὐ δυναμένων, ἀλλὰ τὰς πλησίον πόλεις κατατρέχοντες καὶ ληϊζόμενοι διέζων. τότε δὲ παντάπασιν ὑπὸ τῆς στρατιᾶς εἱργόμενοι τειχήρεις, οὐ μετρίως ἐπιέζοντο ἐνδείᾳ. τὸ μέντοι Σκυθικὸν πᾶσαν καταδραμὸν τὴν Θρᾴκην, ἐπεὶ ληΐζεσθαι οὐδὲν ἐνῆν, πρότερόν τε ὑπὸ τοῦ πολέμου τοῦ πρὸς ἀλλήλους τῆς χώρας διεφθαρμένης καὶ τότε, εἴ τι περιῆν ἔτι, εἰς τὰς πόλεις καταφυγόντος, κεναῖς ἀναστρέψαντες χερσὶν, οὐ μακρὰν Σκοπέλου τὴν στρατοπεδείαν ἐποιήσαντο. ὁ δὲ ἐν Σκοπέλῳ δῆμος πυθόμενοι, ὡς Σκύθαι ληϊσάμενοι μηδὲν πρὸς τὴν οἰκείαν ἐπανέρχονται, τῇ συνήθει ἀσυνεσίᾳ παραβόλως ὁρμηθέντες, ὅπλα ὡς εἶχον ἕκαστος ἀράμενοι, ἠνάγκαζον καὶ τὸν τῆς πόλεως ἡγεμόνα Μιχαὴλ παραλαβόντα καὶ τοὺς στρατιώτας, ὅσοι ἦσαν παρ' αὐτοῖς, συμπλέκεσθαι ἐγγὺς οὖσι τοῖς βαρβάροις. τοῦ δὲ πρὸς τὸ τόλμημα ἀπαγορεύοντος καὶ παραινοῦντος ἀπέχεσθαι τῆς πείρας, ὡς θανατοῦντας φανερῶς, οὐ μόνον οὐκ ἐπείθοντο τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ παρέδοσάν τισι φρουρεῖν, ὡς ἐπειδὰν ἐκ τῆς μάχης ἀναστρέψωσιν, ἀμυνούμενοι αὐτὸν τῆς προδοσίας. οὐ γὰρ ἀδυναμίαν αὐτοῖς συνειδότα μὴ ἐθέλειν στρατηγεῖν ἐπὶ τοὺς πολεμίους, ἀλλὰ χαριζόμενον αὐτοῖς, ὡς ἐκ τῆς ∆ιδυμοτείχου πολιορκίας τὸν μέγαν δοῦκα ἀναστήσασιν, ὅσον οὐδέπω μέλλοντα διὰ τὴν ἔνδειαν αὐτοῦ κρατεῖν. αὐτοὺς δὲ ἐκείνοις ἐπελθεῖν τε καὶ κρατήσειν, οὐ τοῦ πολεμίους εἶναι μόνον, ἀλλὰ καὶ διὰ 2.304 τὴν εἰς τὸν μέγαν δοῦκα εὔνοιαν. τῷ γὰρ ἐκείνου δέει μηδὲν λυμηναμένους τὴν Ῥωμαίων, πρὸς τὴν οἰκείαν ἀναστρέφειν ἐν ὀλίγῳ χρόνῳ. τοιαῦτα οἱ κακοδαίμονες εἰπόντες καὶ νεανιευσάμενοι, ἐχώρουν κατὰ τῶν Σκυθῶν, κελεύσαντες αὐτοῖς καὶ τοὺς στρατιώτας ἕπεσθαι. οἱ δὲ εἵποντο ἀνάγκῃ, αἱρετώτερον ἡγούμενοι αὐτοὺς, εἰ δέοι, τοῖς βαρβάροις μαχομένους ἀποθνήσκειν, ἢ πανοικεσίᾳ διαφθείρεσθαι ὑπὸ τῶν