300
παραλαβὼν τοὺς αὐτῷ πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἱ λοιποὶ τὰς πύλας τοῖς ̔Ρωμαίοις ἀνέῳξαν· ὁ δὲ Φλάκκος τά τε οπλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφείλετο, καὶ τῶν ἀνδρῶν τῶν κορυφαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν ̔Ρώμην επεμψε, μόνων δ' ἀπέσχετο τῶν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ αρχοντα αὐτοὺς ̔Ρωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν εχειν μήτε σύνοδον ποιεῖσθαι. Υστερον δὲ καὶ αλλα τινὰ προσεπῶφλον, κατηγορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι, καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ηδη. καὶ ἀπελογήσατο· οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἱ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο, οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ' εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι ̔Ρωμαίων, καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης εδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους ειναι, οὐκ ἐξ ων ἐποίησαν, ἀλλ' ἐξ ων ειπόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς Σικελίαν, τὸν Λαουίνιον επεμψαν. καὶ οἱ μὲν Συρακούσιοι ουτως τινὸς συγγνώμης ετυχον, οἱ δὲ Καμπανοὶ ὑπ' ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου. 2.268 ̔Αλούσης δὲ τῆς Καπύης καὶ ταλλα τὰ πέριξ πολίσματα τοῖς ̔Ρωμαίοις προσκεχωρήκασι πλὴν ̓Ατελανῶν· ουτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν ̓Αννίβαν ἐχώρησαν. καὶ ἡ αλλη δὲ ̓Ιταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ υπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν ̔Ρωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ηχθοντο. Οἱ δ' ἐν τῇ ̔Ρώμῃ διεκηρυκεύσαντο τῷ ̓Αννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς, ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ' ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε. Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο, καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αυθις ἐξεφόβησεν, ωστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν. Οἱ δὲ ἐν τῇ ̔Ρώμῃ Γάιον Κλαύδιον Νέρωνα εἰς τὴν ̓Ιβηρίαν μετὰ στρατιωτῶν επεμψαν. καὶ ος παρεκομίσθη τῷ ναυτικῷ μέχρι τοῦ Ιβηρος, ενθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ ̓Ασδρούβᾳ πρὶν γνωσθῆναι οτι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. ἰδὼν γὰρ ὁ ̓Ασδρούβας ὡς ἀπείληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ωστε τὴν ̓Ιβηρίαν πᾶσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ' ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ινα τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε τῆς νυκτὸς αλλους αλλῃ τῶν ὀρῶν. διεξελθόντων 2.269 δ' ἐκείνων, ατε μὴ φυλακῆς ουσης παρὰ τῶν ̔Ρωμαίων διὰ τὰς τῶν σπονδῶν ἐλπίδας, ηλθε μὲν τῇ ἐπιούσῃ ἐς λόγους τῷ Νέρωνι, κατέτριψε δὲ πᾶσαν αὐτὴν πρίν τι ἐπικυρωθῆναι. καὶ αλλους αυθις τῆς νυκτὸς ὁμοίως ἀπέπεμψε. τοῦτο δὲ καὶ ἐν αλλαις τισὶν ἡμέραις ὁμοίως πεποίηκεν, ἀμφισβητῶν τινα ἐν τῇ συμβάσει. προελθόντων δὲ τῶν πεζῶν ἁπάντων, τέλος καὶ αὐτὸς σὺν τοῖς ἱππεῦσι καὶ τοῖς ἐλέφασιν ὑπεξεχώρησε. καὶ διασωθεὶς φοβερὸς αυθις τῷ Νέρωνι ἐγένετο. Μαθόντες δὲ ταῦτα οἱ ἐν τῇ ̔Ρώμῃ τοῦ Νέρωνος μὲν κατέγνων, αλλῳ δέ τινι τὴν ἡγεμονίαν ἐψηφίσαντο ἐγχειρίσαι. ἀπορούντων ουν τίνα αν ἀποστείλωσιν, οὐ γὰρ τοῦ τυχόντος ἀνδρὸς ἐδεῖτο τὰ πράγματα, καὶ πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο, ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πατέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρατείαν ἐπέδωκεν. ην δὲ καὶ ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος. καὶ παραχρῆμα μὲν ᾑρέθη· μεταμέλον δὲ οὐ πολλῷ υστερον διά τε τὴν ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ετος τῆς ζωῆς