300
παρὰ τὸ ˉνˉη ἐπιτατικὸν καὶ τὸ ἀλιτεῖν, τὸ ἁμαρτάνειν. τὸ ἀλιτεῖν διὰ τοῦ ἰῶτα γράφεται, τὸ δὲ νηλήτης διὰ τοῦ ητα, οτι αἰολικῶς ἐτράπη τὸ ˉι εἰς τὸ ˉη. ετεροι δὲ τοὺς ἀναμαρτήτους λέγουσιν, ἀπὸ τοῦ ˉνˉη στερητικοῦ καὶ τοῦ ἀλιτεῖν. Νηλεήσ. ὁ σκληρὸς, ὁ ἀπηνὴς, ὁ ἀνηλεής. ἀπὸ τοῦ ελεος γέγονε καὶ τοῦ ˉνˉη στερητικοῦ ἐπιῤῥήματος, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἐλεεῖν. τὸ δὲ νηλὴς ἀπὸ τοῦ νηλεὴς γέγονε κατὰ κρᾶσιν. nu.1397 ἀπὸ τοῦ λῶ, τὸ θέλω, καὶ τοῦ ˉνˉη στερητικοῦ, οἱονεὶ ὁ μὴ θέλων ειναι ἐλεήμων, ἀλλὰ ἀκαμπὴς καὶ σκληρός. Νήλιποσ. ἀνυπόδετος η μονοχίτων. κατὰ στέρησιν τοῦ ˉνˉη, ωσπερ νηνεμία. τὸ δὲ νήλιποι, οἱ ἀνυπόδετοι, συνῄρηται ἀπὸ τοῦ νηλίποδος. Νημερτήσ. ὁ ἀληθής. παρὰ τὸ ἁμαρτῶ ἁμαρτὴς, καὶ μετὰ τοῦ ˉνˉη στερητικοῦ νηαμαρτὴς, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ˉα εἰς ˉε νημερτὴς, ὁ ἐστερημένος τοῦ ἁμαρτάνειν. Νήπιοσ. αφρων, ἀνόητος. παρὰ τὸ ηπιος πλεονασμῷ τοῦ ˉν νήπιος, ὁ πρᾷος καὶ προσηνὴς καὶ νήπια ποιῶν. η παρὰ τὸ ˉνˉη στερητικὸν καὶ τὸ εἰπεῖν, νηέπιος καὶ κατὰ συναίρεσιν νήπιος, ὁ μὴ δυνάμενος λέγειν. η νήβιος, ὁ ἐστερημένος τοῦ βίου. Νηπύτιοσ. αφρων, ἀνόητος. παρὰ τὸ ˉνˉη στερητικὸν καὶ τὸ πινυτὸν γέγονε νηπινύτιος, καὶ συγκοπῇ τοῦ ˉι καὶ τοῦ ˉν νηπύτιος. Νηρεύσ. ὁ θαλάσσιος δαίμων. η κοχλίας. ἀπὸ τῆς νήξεως καὶ τοῦ ῥαδίως νεῖν. Νηρίτησ. ὁ θαλάσσιος κοχλίας. οὐκ εστι δὲ παρὰ τὸ Νηρεύς· ωφειλε γὰρ γράφεσθαι διὰ διφθόγγου, ὡς ̓Αταρνεὺς, ̓Αταρνείτης. ὁ δὲ τεχνικὸς λέγει, ἀπὸ τοῦ Νηρηῒς ἐστί. Νηρίθμουσ. ἀναριθμήτους. Νῆστισ. αγευστος. η εντερόν ἐστιν ουτω λεγόμενον. οιον νησίτης, παρὰ τὸ κενὸν ειναι σιnu.1398 τίων. τὸ γὰρ ˉνˉη στερητικόν ἐστι. νῆστις, καὶ κλίνεται νήστιος, ὡς οφιος, εχιος. τὸ πληθυντικὸν τοὺς νήστις διὰ τοῦ ἰῶτα. Νὴ τὸν θεόν. μὰ τὸν θεόν. Νήφων. κύριον. Νηφάλιοσ. ὁ γρήγορος. Νηφάλεοσ. ὁ σώφρων. Νηφαλισμόσ. ἡ προσοχή. Νηφάλεοσ. αγρυπνος, διορατικός. ζέων τῷ πνεύματι. ὁ ̓Απόστολος· νηφάλεον, σώφρονα, κόσμιον. (Θηλυκόν.) Νηδύσ. ἡ γαστήρ. ἀπὸ τοῦ διανενῆσθαι, ο ἐστι σεσωρεῦσθαι καὶ πεπληρῶσθαι. Νῆεσ. πλοῖα. ἀπὸ τοῦ νῆσαι, τὸ σωρεῦσαι. Νηΐδεσ. αἱ Νύμφαι. αἱ ἐν νάμασιν ουσαι. παρὰ τὸ νάω, τὸ ῥέω. Νηνεμία. ἡσυχία, γαλήνη. Νηπεία καὶ νηπιέη. ἡ ἀφροσύνη. Νηρῇδεσ. θαλάσσιοι δαίμονες. εχει τὸ ἰῶτα, ἀπὸ γὰρ τοῦ Νηρηΐδες, ὡς Βρισηΐδες καὶ Χρυσηΐδες, Νηρῇδες, Καδμῇδες. Νηστεία. τῆξις σώματος, καὶ ὑπωπιασμός. Νῆσσα. τὸ νησσάριον. ὡς παρὰ τὸ δόξω δόξα, καὶ αγω αξω καὶ αμαξα, ουτως καὶ παρὰ τὸ νῶ, τὸ κολυμβῶ, νῆσα καὶ ἀναδιπλασιασμῷ τοῦ αὐτοῦ συμφώνου νῆσσα. Νίσσα δὲ τόπος καὶ πόλις, ι. nu.1399 Νῆσισ. ἡ κλῶσις καὶ ἡ σώρευσις. Νῆσοσ. παρὰ τὸ νῶ, τὸ κολυμβῶ. ὁ μέλλων νήσω. ἐξ αὐτοῦ γέγονε νῆσος. Νήτη. ἡ τῆς λύρας χορδή. Νητρία. χώρα. γράφεται καὶ διὰ τοῦ ι. Νῆϋσ. ἡ ναῦς. διὰ τοῦ ητα. παρὰ τὸ νέω, τὸ νήχω, νηῦς, διὰ τοῦ ˉα ναῦς, παρὰ ∆ωριεῦσι. χρῆται ουν ὁ ποιητὴς ταύταις ταῖς φωναῖς· νηυσί· ναυσί· νέεσσι· νήεσσιν. οἱ Αἰολεῖς νάεσσι. τί ουν; Ομηρος οὐκ οιδε τὴν ναυσὶ φωνήν; ναί· ἀλλ' ἐν συνθέσει, ναυσίθοος, ναυσίκλυτος. (Οὐδέτερον.) Νήκεστον. ἀθεράπευτον. ̔Ησίοδος· -ἐν δὲ δίκην βλάψας νήκεστον ἀάσθη. ο ἐστιν ἐβλάβη. Νήϊον. ξύλον ναυπηγήσιμον. καὶ ορος πλησίον ̓Ιθάκης. Νηγάτεον. νεωστὶ κατεσκευασμένον. Νηκτά. κολυμβητὰ, ενυδρα. Νηκερδέα. ἀνωφελῆ. ἀπὸ τοῦ ˉνˉη στερητικοῦ μορίου. Νηλεὲς ημαρ. σκληρὰ ἡμέρα. Νημερτέσ. ἀληθές. Νῆμα. οὐκ εστιν ἀπὸ τοῦ νήθω, νῆσμα καὶ νῆμα, ἀλλ' εστι νῶ ῥῆμα, οπερ σημαίνει τὸ νήθω. nu.1400 τῇ γάρ τοι νεῖ νήματ' ἀερσιπότητος ἀράχνης. Νήριτον. τὸ πολύ. πρὸς ο οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος. Νήριτον καὶ ονομα ορους. Νήποινον. χωρὶς ποινῆς. Νήϋτμον. τὸ αφωνον, τὸ ἐστερημένον ἀϋτμῆς, ο ἐστι φωνῆς. Νηφάλιον. τὸ γρήγορον. ( ̔Ρῆμα.) Νηήσας καὶ νήσασ. ἀντὶ τοῦ σωρεύσας. καὶ νῆσαι. καὶ νήει ἀντὶ τοῦ ἐσώρευσε. Νήθω. τὸ κλώθω. Νηκούστησε. παρήκουσε. Νηπιάζεται. μωραίνεται. Νήφει. γρηγορεῖ. νείφει δὲ ἀντὶ τοῦ βρέχει, δίφθογγον. νίφει δὲ ἀντὶ τοῦ χιονίζει, ι, ἐξ ου καὶ νιφὰς καὶ νιφετὸς, ἡ χιών. Νήχεται. κολυμβᾷ.