300
ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.» Φυλαξώμεθα, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου· μὴ κοινωνοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρεθῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τιμωρίαν ἐκφεύξεται; Φθόνου γὰρ πάθος οὐδὲν ὀλεθριώτερον ψυχαῖς ἀνθρώπων ἐμφυτεύεται. Ὥσπερ γὰρ ἰὸς σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναλίσκει. Μᾶλλον δὲ, ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι, οὕτως καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέφυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐπραγίας ὁ φθόνος. ∆ιόπερ οὐδέποτε ἀνίαι, οὐδὲ δυσθυμίαι τὸν βάσκανον ἀπολείπουσιν. Εὐφόρησεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ τὸν βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσιν; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλγηδόνος ἐστὶ τῷ βασκάνῳ. Ἀνδρεῖός τίς ἐστι, καὶ εὐεκτεῖ; ταῦτα πλήττει τὸν βάσκανον. Ἕτερος χαριέστερος τῇ μορφῇ; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερέχει, ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται; καὶ ζηλοῦται. Ἄλλος πλουτεῖ, καὶ φιλοτιμεῖται λαμπρῶς ἐν ἐπιδόσει καὶ κοινωνίᾳ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαινος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐτοῦ τύπτοντα τὴν καρδίαν. Καὶ τὸ χαλεπὸν τῆς νόσου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται, ἀλλὰ κύπτει μὲν, κατηφής ἐστι, καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ. Ἐρωτώμενος δὲ τὸ πάθος ἐρυθριᾷ δημοσιεῦσαι τὴν συμφοράν. Οὐ δύναται γὰρ λέγειν· ὅτι Βάσκανός εἰμι, καὶ πικρῶς ἐπιτρίβει με τὰ τοῦ πλησίου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν ὀδύρομαι, καὶ οὐ φέρω τὴν θέαν τῶν ἀλλοτρίων κα 96.416 λῶν, ἀλλὰ συμφορὰν ποιοῦμαι τὴν τῶν πλησίον εὐημερίαν· ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχουσαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσαν. Οὐκοῦν οὐχὶ ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμακον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλεξιτήριον, ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστόνην, εἴ που τινὰ ἴδοι καταπεσόντα τῶν φθονουμένων. Τότε σπένδεται, καὶ φίλος ἐστὶν, ὅταν δακρύοντα ἴδῃ τὸν βασκαινόμενον, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται, ὀδυρομένῳ δὲ συνδακρύει. Τὸ παιδίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκωμίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ συμπαθὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον, οὐκ ἂν αὐτῷ περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέντοι πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν βασκαίνει τῷ τεθνηκότι. Τί οὖν ἂν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; φθορὰ τῆς ζωῆς, λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαίμονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Καὶ οὐχ ὁ φθόνος, δι' οὗ καὶ θεομάχος φανερῶς ἀπηλέγχθη; ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ τοσαύτῃ μεγαλοδωρεᾷ εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβόλου, καὶ φθόνον, καὶ φόνον παρ' αὐτοῦ διδαχθείς. Τί οὖν ἐποίησεν; Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύθη πρὸς ζῆλον, καὶ ἀνεῖλεν τὸν τιμηθέντα, ἵνα καθάψηται τοῦ τιμήσαντος. Πρὸς γὰρ τὴν θεομαχίαν ἀδυνατῶν, εἰς ἀδελφοκτονίαν μετέπεσεν. Φύγωμεν, ἀδελφοὶ, νόσον θεομαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμφορὰν ἀλογωτάτην. Οἱ κύνες τρεφόμενοι ἡμεροῦνται, οἱ λέοντες χειροήθεις γίνονται θεραπευόμενοι· οἱ δὲ βάσκανοι ταῖς θεραπείαις πλέον ἐξαγριαίνονται. ∆ιὰ τί [ὁ Σωτὴρ] ἐφθονεῖτο; ∆ιὰ τὰ θαύματα. Τίνες δὲ ἦσαν αἱ θαυματοποιΐαι; Σωτηρία τῶν δεομένων. Ἐτρέφοντο οἱ πεινῶντες, καὶ ὁ τρέφων ἐπολεμεῖτο. Ἠγείροντο οἱ νεκροὶ, καὶ ὁ ζωοποιῶν ἐβασκαίνετο. ∆αίμονες ἐξηλαύνοντο, καὶ ὁ ἐπιτάσσων ἐπεβουλεύετο. Λεπροὶ ἐκαθαρίζοντο, καὶ χωλοὶ περιεπάτουν, καὶ κωφοὶ ἤκουον, καὶ τυφλοὶ ἀνέβλεπον,