300
ὑπὲρ ἐμέ." Ὁ δὲ Σύμμαχος, Οὐδὲ ἐν ὑπερβάλλουσιν ὑπὲρ ἐμέ. Ἀντὶ τοῦ, Ἐμαυτὸν ἐμέτρουν, καὶ τοῖς ὑπερβάλλουσί μου τὴν ἀξίαν οὐκ ἐπεχείρησα. 80.1904 βʹ. "Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὑτοῦ, ὣς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου." Ὁ δὲ Σύμμαχος, Εἰ μὴ ἐξίσωσα, καὶ ὡμοίω σα τὴν ψυχήν μου ἀπογαλακτισθέντι πρὸς μητέρα αὑτοῦ, οὕτως ἀνταποδοθείη τῇ ψυχῇ μου. Εἰ μὴ παραπλησίως, φησὶ, βρέφει νῦν ἀπαλ λαγέντι θηλῆς, καὶ τὴν μητέρα δειμαίνοντι, ἔδεισά σε, καὶ ἐμαυτόν σοι ὑπέταξα, ἀλλὰ ὑψηλὴν ἔσχον διάνοιαν, τῆς αὐτῆς ἀντιδόσεως τυχεῖν ἀξιῶ. γʹ. "Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος." Ἔδειξεν ὁ προφητικὸς λόγος, τίνος χάριν ἐποιήσατο τὴν τῶν κατορθωμάτων διήγησιν. Οὐ γὰρ ἑαυτοὺς σεμνύνοντες τὴν οἰκείαν διεξίασιν ἀρετὴν, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν ἴσον δι εγείραντες ζῆλον. ∆ιὸ πάντα τὸν Ἰσραὴλ τῆς αὐτῆς ἐλπίδος ἔχεσθαι παρεκάλεσαν, καὶ διηνεκῶς ταύτην ἔχειν, καὶ τοὺς ἐκ ταύτης φυομένους συλλέγειν καρπούς.
ΕΡΜΗΝ. ΤΟΥ ΡΛΑʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Πολλὴν ὁ ψαλμὸς οὗτος πρὸς τὸν ὀγδοηκοστὸν
ὄγδοον ἔχει συγγένειαν. Καὶ γὰρ ἐνταῦθα κἀκεῖ τὸν τῶν ὅλων Θεὸν ἱκετεύου σιν οἱ ἐν Βαβυλῶνι δορυάλωτοι, τὰς πρὸς τὸν μέγαν ∆αβὶδ ὑπ' αὐτοῦ γεγενημένας ὑποσχέσεις ἀνθ' ἱκετη ρίας προσφέροντες, καὶ τυχεῖν ἀξιοῦντες συγγνώμης. Ἔχει δὲ καὶ πρόῤῥησιν τοῦ κατὰ σάρκα βλαστήσαν τος ἐκ γένους ∆αβὶδ τῆς οἰκουμένης Σωτῆρος. "Μνήσθητι, Κύριε, τοῦ ∆αβὶδ, καὶ πάσης τῆς πραό τητος αὐτοῦ." Ἐπειδὴ πολλὰ πεπλημμεληκότες ἡμεῖς πάσης ἐστερήμεθα παῤῥησίας, ἱκετεύομέν σε, ∆έσποτα, τοῦ ∆αβὶδ ἀναμνησθῆναι, καὶ τῆς ἐκείνου πραότητός τε καὶ εὐσεβείας. Ταύτης δὲ καὶ ὁ προτε ταγμένος ψαλμὸς ἐμνημόνευσε, καὶ σαφῶς ἐδίδαξε τὴν τοῦ φρονήματος αὐτοῦ μετριότητα. βʹ-εʹ. "Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν. Καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ." Ταῦτα σαφέστερον ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει. Πρῶτον μὲν γὰρ ἱκέτευσεν αὐτὸς τὸν θεῖον οἰκοδομῆσαι νεών. Ἐπειδὴ δὲ διὰ τοῦ προφήτου Νάθαν ἐκώλυσεν ὁ Θεὸς, καὶ τὴν ὑπὸ τοῦ Σολο μῶντος ἐσομένην οἰκοδομίαν προείρηκεν, ἀνεβάλετο μὲν τὴν οἰκοδομίαν, οὐκ ἠσπάσατο δὲ ῥᾳστώνην· ἀλλὰ καὶ χρυσὸν, καὶ ἄργυρον, καὶ σίδηρον, καὶ χαλκὸν, καὶ ξύλα, καὶ λίθους συνήγαγε. Καὶ ταῦτα, ὡς ἔφην, ἅπαντα ἡ βίβλος ἐκείνη διδάσκει τοὺς ἐντυχεῖν βουλομένους. 80.1905 ʹ. "Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις. τοῦ δρυμοῦ." Ἱκέτευεν οἰκοδομῆσαι ναὸν τῷ Θεῷ· ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ νεὼν ἑαυτῷ ἔμψυχόν τε καὶ λογικὸν οἰκοδομήσειν ὑπέσχετο. ∆ιό φησιν ἡ προφητεία· "Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ." Ἐφραθὰ δὲ ἡ νῦν καλουμένη Βηθλεὲμ ὠνομάζετο. Ἐκεῖ γὰρ ὁ ∆εσπότης ἐτέχθη Χριστὸς, ὃς τοῖς Ἰουδαίοις τὸ οἰκεῖον σῶμα ὑποδείξας ἔφησε· "Λύσατε τὸν ναὸν τοῦτον." ∆ρυμοῦ δὲ πεδία καλεῖ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τὸν τόπον, ἔρημον ὄντα, καὶ οἰκοδομίαν οὐκ ἔχοντα. Ἐκεῖ γὰρ τὸν ὀλοθρευτὴν ἄγγελον διὰ τῆς πρὸς Θεὸν ἱκετείας ἐπισχὼν ὁ μέγας ∆αβὶδ, καὶ βωμὸν ἔστησε, καὶ θυσίαν προσήνεγκε, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ νεὼ ἀφιέρωσεν. Ἐπειδὴ δὲ δύο σκηναὶ, ἡ μὲν ἐκ λίθων καὶ ξύλων, ἡ δὲ ἐκ σώματος καὶ ψυχῆς, καὶ ἡ μὲν ἐν Ἱεροσολύμοις ὑπὸ Σολομῶντος ἐγένετο, τὴν δὲ ἐν τῇ Βηθλεὲμ τοῦ παναγίου Πνεύματος ἡ χάρις ἐξύφηνεν· οἱ τηνικαῦτα δὲ εὐσεβεῖς τὴν μὲν ἑώρων, τὴν δὲ προσεδόκων· εἰκότως ὁ προφητικὸς λόγος ἔφη· "Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ," τουτέστιν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου γενησομένην. "Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ," τὴν ὑπὸ τοῦ