300
ἀλλὰ γὰρ καὶ τῷ ὀνόματι τῆς διαβολῆς αὐτὸς ἑαυτὸν ἄξιον ὀνομάζεσθαι ἀποφαίνει· οὗ τί χεῖρον εἶεν ἐν ἀνθρώποις; Ἀλλ' ἐπὶ τὴν ἔγκλησιν ὁ λόγος. "4θεοποιεῖται"5, φησί, "4τὴν Χριστοῦ εἰκόνα"5. οὔ τί που τοῦτο, ὦ τριπόθητε, ἐν τῇ ἐπιστολῇ μου, ἀλλ' ὅτι τῇ εἰκόνι Χριστοῦ οὐ λατρευτέον (εἰδωλολατρείας γὰρ φρόνημα τοῦτο· μόνῃ γὰρ τῇ Ἁγίᾳ Τριάδι τοῦτο ἀναθετέον) καὶ ὅτι ὁ ἐν τῇ οἰκείᾳ εἰκόνι προσκυνούμενος Χριστὸς λατρεύεται σὺν πατρὶ καὶ πνεύματι, τὴν δὲ Χριστοῦ εἰκόνα προσκυνητέον σχετικῇ προσκυνήσει καὶ ὅτι ταύτην προσκυνοῦντες τὸν Χριστὸν προσκυνοῦμεν, οὐ διαιρούμενον κατὰ τὴν ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον, ὅπερ καὶ ἄληθες· τὸ γὰρ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται καὶ ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον, ὥς φησιν ὁ πάνσοφος ∆ιονύσιος. Πῶς οὖν, οὕτως ἐχούσης τῆς ἐπιστολῆς, ἐνδιαβάλλοι ὁ δι' ἐναντίας καὶ ἀποδείκνυσιν ἑαυτὸν ἀντίθετον τοῖς ἁγίοις; ἀλλὰ τί βούλοιτο; προσκυνοῦντας ἡμᾶς τὴν Χριστοῦ εἰκόνα ὁμολογεῖν προσκυνεῖν ἄλλην ὑπόστασιν; φεῦ τῆς ἀτοπίας· τούτῳ γὰρ μερίζειν ἐστὶ τὰ ἀμέριστα. ἀλλ' οὐκ ἐνδέχεται· οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε ἡ δόξα μερίζεται, ὡς αὖθίς φησιν ὁ Μέγας Βασίλειος. διὸ καὶ προσκυνουμένης τῆς εἰκόνος ὁ Χριστὸς προσκυνεῖται, οὗ ἐστι καὶ ὁμοιότης, καὶ οὐχὶ ἡ ὑποδεξαμένη ὕλη τὴν ὁμοιότητα, ὡς καὶ ἐπὶ τοῦ τύπου τοῦ σταυροῦ διαδείκνυται· ὁ γὰρ τὴν ὕλην δοκῶν προσκυνεῖν νήπιος, ἄλογος. οὔτε οὖν ἡ ὕλη, ἐφ' ᾗ ἡ εἰκών, προσκυνεῖται ἐπ' ἀμφοτέροις οὔτε παρὰ τὴν τοῦ εἰκονιζομένου ἄλλη ὑπόστασις· ἐφίσης γὰρ ἡ παρατροπὴ τὸ ἀσεβὲς ἔχει. τοιγαροῦν διὰ τοῦτο καὶ ὁ τύπος τοῦ σταυροῦ σταυρὸς εἴρηται καὶ ἡ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς εἴρηται, οὐ κυρίως, ἀλλὰ κατὰ κατάχρησιν. ἐὰν οὖν τοῦτο ἡμᾶς πείσῃ μὴ τὸν τύπον τοῦ σταυροῦ σταυρὸν ὀνομάζειν, πείσειεν ἡμᾶς μήτε τὴν εἰκόνα Χριστοῦ Χριστὸν ὀνομάζειν· καί, ἐὰν ἐν τῷ πρώτῳ τὸ μὴ προσκυνεῖν τὸν σταυρὸν προσκυνοῦντας τὸν τύπον, μηδὲ ἐν τῷ δευτέρῳ προσκυνεῖν Χριστὸν προσκυνοῦντας τὴν Χριστοῦ εἰκόνα. ἀλλὰ μὴν τὸ πρῶτον ἄληθες, ὅτι σταυρὸς καὶ λέλεκται καὶ προσκυνεῖται ὁ οἰκεῖος αὐτοῦ τύπος, οὐκοῦν καὶ τὸ δεύτερον ἄληθες, ὅτι Χριστὸς καὶ λέλεκται καὶ προσκυνεῖται ἡ οἰκεία αὐτοῦ εἰκών, καὶ μάτην εἰκαιολογεῖ ὁ παρὰ ταῦτα καινότερόν τι φρονῶν ἢ λέγων. Ταῦτα γέγραφα, ὁμοῦ μὲν ἑαυτὸν ἔξω αἰτίας τιθείς, ὁμοῦ δὲ καὶ τῆς σῆς φειδόμενος ἀγαπητικῆς ὑπεροχῆς εἰς τὸ ἀντιποιεῖσθαι ὀρθοδόξου πίστεως καὶ μὴ παρασύρεσθαι λόγοις ἑτεροδιδασκαλίας. 477 {1Θεοδώρῳ μονάζοντι}1 Ἐδεξάμην σου τὴν ἐπιστολὴν τῆς τιμιότητος ἐπιγράφουσαν ἐγκύκλιος ἐπιστολή, ἤτοι θεραπευτική, καὶ εὐθὺς ἀπὸ βαλβῖδος ἐξέστην, ἀδελφέ· ἐπελθὼν δὲ τοῖς ἐφεξῆς μικροῦ καὶ τοὺς λογισμοὺς ἀπώλεσα, μὴ ἔχων ὅ τι διαλογίσομαι ἢ τί ἀπολογήσομαι τῷ ἠγαπημένῳ. καί μοι μακροθύμως οἴσειας, εἰ καὶ τραχύτερα τὰ λεχθησόμενα, οὐκ ἔχοντί πως ἄλλως τὰ ἐνσκήψαντα τῇ ταπεινῇ μου καρδίᾳ κατὰ τὸ εἰκὸς ἐκφερομυθῆσαι καὶ ἀναγκαῖον εἰπεῖν. Ἆρα μή τις, ἀγαπητέ, τὸ σὸν πρόσωπον ὑποδὺς εἰς τοσοῦτον ἐξετραχηλιάσθη ὄγκον φρονήματος, ὥστε ἐννοῆσαι τὰ ὑπερνεφῆ καὶ δρᾶσαι τὰ καταράσσοντα; ἆρα μὴ αὐτοὶ ἡμεῖς, ἔξω ποτὲ φρενῶν γενόμενοι, παιδιάν τινα προειλάμεθα συγγράφεσθαι ἐν οὐ παικτοῖς, ἀλλὰ καὶ λίαν χαλεποῖς τολμήμασιν; τί λέγεις, ὦ τᾶν; ἔξεστιν ἡμῖν, τοῖς μή τινα κλῆρον ἱερωσύνης ἔχουσιν ἢ μόνον ἐν μοναχοῖς τελοῦσιν, δίχα κινδυνευούσης ἀληθείας ἁρπαγμῷ ἱερατικοῦ ἀξιώματος ἐγκύκλιον ἐπιστολὴν ἐντάττειν καὶ ταύτῃ κατεξανίστασθαι ἱεραρχῶν τε καὶ ἱερωμένων, μοναστῶν τε καὶ καθηγουμένων, οὐ μὴν ἀλλὰ καὶ νόμους ἰδικοὺς ἀποίσειν ἐξ ἰδιοκρίτου καρδίας, πρὸς δὲ καὶ ὕβρεσι καὶ ὀνείδεσι, κατακρίσεσί τε καὶ ἀλλοτριώσεσιν ὑποβάλλειν τὸ ὅλον πλήρωμα τῆς ὁμολογητικῆς ἀδελφότητος; Οὗτοι γάρ, ὡς φῆς, κἂν οὐχὶ πάντες οἱ τῆς ἀληθείας ὑπασπισταί, τὸ τῆς μετανοίας ὑποκρινόμενοι, ὃν τρόπον οἱ τῆς ἐναντίας μοίρας τὸ τῆς εὐσεβείας ὄνομα ψευδῶς ὑποδυσάμενοι, ἐξ ἴσου παγχάλεπα