τῷ Καίσαρι ἄξειν ἤλπιζον, ἀσκούμενοι, ἐπεὶ τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν ἐπὶ τὴν Αἴ 2.307 γυπτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, καὶ πολλὰ δράσαντες ἐς Αἴγυπτον οὐκ ἠδυνήθησαν διαπεσεῖν. ἐπειδὴ δὲ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδ' ὣς οὐδένα, καίτοι τοῦ ∆ιδίου συχνά σφισιν ὑπισχνουμένου, προσεδέξαντο, τὸν δὲ Ἀντώνιον μεταπεμψάμενοι καὶ ἀγγελίαν μὴ δεξάμενοι καὶ νομίσαντες αὐτὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολόγησαν ἐπὶ τῷ μηδέπω μονομαχῆσαι. 165. Ὅτι Ἀντώνιος καὶ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος διὰ τῶν πρεσβέων ἐπισταλέντα, ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων, καὶ περὶ τῆς συνουσίας τῆς πρὸς τὴν Αἰγυπτίαν ἀπολογούμενος, ὅσα τε συνηράσθησάν ποτε καὶ ὅσα συνενεανιεύσαντο ἀλλήλοις ἐξαριθμούμενος. καὶ τέλος καὶ Πούπλιον Τουρβάλιον βουλευτὴν τότε ὄντα καὶ σφαγέα τοῦ Καίσαρος γεγονότα, τότε φιλικῶς οἱ συνόντα, ἐξέδωκεν αὐτῷ, καὶ ἑαυτόν, ἄν γε καὶ διὰ τοῦθ' ἡ Κλεοπάτρα σωθῇ, καταχρήσεσθαι ἐπηγγείλατο. Καῖσαρ δὲ τὸν μὲν Τουρβάλιον ἀπέκτεινεν, ἔτυχε γὰρ ἐκ τῆς ἐν Κῷ τοῦ Ἀσκληπιοῦ ὕλης ξύλα ἐς ναυτικὸν κεκοφώς, δίκην τινὰ καὶ τῷ θεῷ, ὅτι ἐκεῖ ἐδικαιώθη, δοῦναι ἔδοξεν. 166. Ὅτι οὗτοι ἔσχον τήν τε φύσιν τῆς ψυχῆς καὶ τὴν τύχην τοῦ βίου τοιάνδε. ὁ μὲν συνεῖναί τε τὸ δέον οὐδενὸς ἥσσων ἐγένετο καὶ πολλὰ ἀφρόνως ἔπραξεν, ἀνδρείᾳ τε ἔν τισι διέπρεψε καὶ ὑπὸ δειλίας συχνὰ ἐσφάλη, τῇ τε μεγαλοψυχίᾳ καὶ τῇ δουλοπρεπείᾳ ἐξ ἴσου ἐχρῆτο, καὶ τά τε ἀλλότρια ἥρπαζε καὶ τὰ οἰκεῖα προΐετο, ἠλέει τε ἀλόγως καὶ ἐκόλαζεν ἀδίκως πλείονας· κἀκ τούτου ἰσχυρότατός τε ἐξ ἀσθενεστάτου καὶ πλουσιώτατος 2.308 ἐξ ἀπορωτάτου γενόμενος οὐδετέρου αὐτῶν ἀπώνατο, ἀλλὰ καὶ τὸ κράτος τὸ τῶν Ῥωμαίων μόνος ἕξειν ἐλπίσας αὐτὸς ἑαυτὸν ἀπέκτεινεν. Κλεοπάτρα δὲ ἄπληστος μὲν Ἀφροδίτης ἄπληστος δὲ χρημάτων γενομένη, καὶ πολλῇ μὲν φιλοτιμίᾳ φιλοδόξῳ πολλῇ δὲ καὶ περιφρονήσει θρασείᾳ χρωμένη, τήν τε βασιλείαν τῶν Αἰγυπτίων ὑπ' ἔρωτος ἐκτήσατο, καὶ τὴν τῶν Ῥωμαίων λήψεσθαι δι' αὐτοῦ ἐλπίσασα ταύτης τε ἐσφάλη καὶ ἐκείνην προσαπώλεσε, δύο τε ἀνδρῶν Ῥωμαίων τῶν καθ' ἑαυτὴν μεγίστων κατεκράτησε, καὶ διὰ τὸν τρίτον ἑαυτὴν κατεχρήσατο. 167. Ὅτι ὁ Ἀγρίππας τὰ Ἰούλια κατασκευάσας οὐχ ὅπωςφθόνον τινὰ ἐπ' αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ πρὸς τοῦ Αὐγούστου καὶ πρὸς τῶν ἄλλων ἁπάντων ἐτιμᾶτο. αἴτιον δέ, τὰ φιλανθρωπότατα καὶ τὰ εὐκλεέστατα τά τε συμφορώτατα καὶ συμβουλεύων οἱ καὶ συμπράττων οὐδὲ ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν ἀντεποιεῖτο, ταῖς τε παρ' αὐτοῦ τιμαῖς οὔτε ἐς πλεονεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλ' ἔς τε τὸ αὐτῷ ἐκείνῳ καὶ ἐς τὸ τῷ δημοσίῳ συμφέρον. 168. Ὅτι ὁ Γάλλος Κορνήλιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε· καὶ γὰρ καὶ εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ τῇ Αἰγύπτῳ ἔστησε, καὶ τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέγραφε. κατηγορήθη τε οὖν ἐπ' αὐτοῖς ὑπὸ Λάργου, ἑταίρου τέ οἱ καὶ συμβίου ὄντος, καὶ ἠτιμώθη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔθνεσιν αὐτοῦ κωλυθῆναι διαιτᾶσθαι. γενομένου δὲ τούτου καὶ ἄλλοι συχνοὶ ἐπέθεντο καὶ γραφὰς κατ' αὐτοῦ πολλὰς ἀπήνεγκαν, καὶ ἡ γερουσία ἅπασα ἁλῶναί τε αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν τῆς οὐσίας στερηθέντα, καὶ ταύτην τῷ Αὐγούστῳ δοθῆναι καὶ ἑαυτοὺς βουθυτῆσαι ἐψηφίσατο. 2.309 καὶ ὁ μὲν περιαλγήσας ἐπὶ τούτοις ἑαυτὸν ἀπεχρήσατο, τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον ἐκ τούτου διηλέγχθη ὅτι ἐκεῖνόν τε, ὃν τέως ἐκολάκευον, οὕτω τότε διέθηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποθανεῖν ἀναγκάσαι, καὶ πρὸς τὸν Λάργον ἀπέκλιναν, ἐπειδήπερ αὔξειν ἤρχετο, μέλλοντές που καὶ κατὰ τούτου τὰ αὐτά, ἄν γέ τι τοιοῦτόν οἱ συμβῇ, ψηφιεῖσθαι. 169. Ὅτι Μᾶρκος Αἰγνάτιος ἀγορανομήσας, καὶ ἄλλα τε πολλὰ καλῶς πράξας καὶ ταῖς οἰκίαις ταῖς ἐν τῷ ἔτει ἐκείνῳ ἐμπρησθείσαις ἐπικουρίαν μετὰ τῶν ἑαυτοῦ δούλων καὶ μεθ' ἑτέρων τινῶν μισθωτῶν ποιησάμενος, καὶ τὰ ἀναλώματα