301
δημοτῶν. ἐπεὶ δὲ ἐγγὺς τοῦ στρατοπέδου ἦσαν τῶν Σκυθῶν, βοῇ πόῤῥωθεν ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ ἐχώρουν δρόμῳ κατ' αὐτῶν. οὐ γὰρ ᾤοντο ἀντισχήσειν οὐδὲ πρὸς βραχὺ, ἀλλ' ὑποπτήξαντας ἑτοίμους ἑαυτοὺς παρέχεσθαι ἀνδραποδίζεσθαι. διὸ καὶ σχοινία ἕκαστος ἐπεφέροντο τοῦ τοὺς ἁλωσομένους βαρβάρους ἕνεκα δεσμεῖν, ἵνα μὴ διαδιδράσκοιεν ἄδετοι ἀγόμενοι. οἱ Σκύθαι δὲ νομίσαντες στρατιὰν πεζὴν ἰέναι ἐπ' αὐτοὺς, τῶν ἵππων ἐπιβάντες, ἐξήγοντο τοῦ στρατοπέδου ὡς μαχούμενοι. οἱ δὲ, ὡς μόνον εἶδον τοῦ στρατοπέδου ἐξιόντας, τοῦ προτέρου φυσήματος ἐπιλαθόμενοι ἐτρέποντο πρὸς φυγήν. ὑπτίου δὲ ὄντος τοῦ πεδίου καὶ ὕλης παντάπασι ψιλοῦ, διαδρᾶναι ἠδυνήθη οὐδὲ εἷς, ἀλλὰ πάντες κατεκόπησαν ὑπὸ τῶν Σκυθῶν πλὴν τῶν ἱππέων. οὗτοι γὰρ διά τε τὸ πολὺ αὐτῶν τοὺς Σκύθας ἔτι ἀφεστάναι, ἡνίκα ἡ τροπὴ ἐγένετο, ἄλλως θ' ὅτι καὶ πρὸς τὸν πεζὸν ἠσχόληντο οἱ βάρβαροι, διασωθῆναι εἰς τὴν πόλιν ἠδυνήθησαν. οὕτως ἡ ἄνοια καὶ ἡ παράλογος ὁρμὴ πρὸς ἀνηκέστους ἐξάγει 2.305 συμφοράς. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ μετὰ τῶν Σκυθῶν τὴν εἰσβολὴν Ἀνδρόνικον Παλαιολόγον τὸν πρωτοστράτορα, ὃς ἦν γαμβρὸς αὐτῷ, ἄρχοντα συμπάσης ἀποδείξας τῆς στρατιᾶς καὶ τὸν πρὸς ∆ιδυμότειχον ἐπιτρέψας πόλεμον, αὐτὸς εἰς Βυζάντιον ἐπανῆκε. πρωτοστράτωρ δὲ συχνὰς ἐποιεῖτο κατὰ ∆ιδυμοτείχου ἐκδρομὰς καὶ πάλιν ἀνέστρεφε ταχέως. οὐ γὰρ ἦν, ὅ,τι κακώσειε διαφθείρας, οὐδενὸς ὄντος ἔξω τειχῶν. οἱ δὲ ἔνδον στρατιῶται, αὐτοῦ ἀναχωροῦντος, τοὺς περιοίκους ληϊζόμενοι καὶ σῖτον διαρπάζοντες καὶ βοσκήματα, διέφερον τὸν πόλεμον, οὐδὲν ἀγεννὲς οὔτε πράξαντες, οὔτε μελλήσαντες διὰ τὴν ἔνδειαν. ἐπελθόντος δὲ αὐτοῖς τοῦ πρωτοστράτορός ποτε, πέμψας ὁ μητροπολίτης ἐδήλου διὰ γραμμάτων, ὡς ἀνόνητα κόπτονται καὶ ταλαιπωροῦσι διὰ τὸν πρὸς βασιλέα πόλεμον, ᾧ δουλεύσουσι πάντως μετὰ μικρὸν, αὐτοί τε ἀπέραντα πονοῦντες καὶ τοῖς ἄλλοις αἴτιοι γινόμενοι μεγάλων συμφορῶν. παρῄνει τε, αὐτῷ πειθομένους τῶν κακῶν ἀπέχεσθαι. εἰ γὰρ οὐκ ἀποβαίη τοιαῦτα, οἷα ἐγὼ λέγω, ἔφασκεν, οὐ λελάληκε τὸ πνεῦμα τὸ ἅγιον ἐν ἐμοί. τοῦ πεμπομένου δὲ ἀπαγορεύοντος τὴν ἄφιξιν διὰ τὸ δεδοικέναι, μὴ κακῶς ὑπ' ἐκείνων πάθῃ τοιαῦτα ἀπαγγέλλων, ἐκέλευε θαῤῥεῖν, ὡς οὐδὲν ὑποστησόμενον, ἢ πληγὰς ὀλίγας. ἃ καὶ ἀπέβαινεν, ᾗ ἐκεῖνος προηγόρευεν. νβʹ. Ἄννα δὲ ἡ βασιλὶς, ἐπεὶ πύθοιτο Καντακουζηνὸν τὸν βασιλέα πολλῆς εὐνοίας ἀπολαύοντα παρὰ Κράλῃ, πα 2.306 ρασκευάζεσθαι αὖθις ὡς εἰς ∆ιδυμότειχον ἐπανήξοντα ἅμα στρατιᾷ, τὸν Λουκᾶν ἀπολεξαμένη Γεώργιον καὶ Μακάριον τὸν μητροπολίτην Θεσσαλονίκης, πρεσβευτὰς ἔπεμπεν εἰς Κράλην καὶ ἐπηγγέλλετο πόλεις παραδώσειν, ὅσας ἂν συμβῶσιν, εἰ μόνον Καντακουζηνὸν πέμψειε δεσμώτην πρὸς αὐτήν. ὁ δὲ ἐμέμψατό τε τὴν πρεσβείαν καὶ ἀπηγόρευε φανερῶς, ὡς οὐκ ὀλίγων μόνον πόλεων ἕνεκα, ἀλλ' οὐδὲ συμπάσης τῆς Ῥωμαίων ἀρχῆς τοιοῦτον τολμήσων ἄγος, καὶ ἀπέπεμπεν ἀπράκτους. οἱ δὲ εἰς Βυζάντιον ἐλθόντες, ὀλίγῳ ὕστερον πάλιν ἐπανῆκον. ἔφασκε δὲ ὁ Κράλης, ὡς κατὰ τὴν δευτέραν πρεσβείαν τὰς ἐκ Χριστουπόλεως ἁπάσας ἑσπερίους πόλεις παραδιδοῖεν πλὴν Θεσσαλονίκης, ὡς, εἰ μὴ Καντακουζηνὸν τὸν βασιλέα βούλοιτο παραδιδόναι, ἀλλ' αὐτὸν γοῦν εἵρξαντα κατέχειν ἐν δεσμωτηρίῳ. ὁ δὲ αὖθις ἀπέπεμπεν ἀπράκτους, ἀδύνατα εἰπὼν αἰτεῖν. Ἑλένη δὲ, ἡ τοῦ Κράλη γαμετὴ, καὶ καθήψατο πικρῶς καὶ ἀπέπεμπε πρὸς ὀργὴν, ὡς ἄδικα πρεσβεύοντας καὶ πολλὴν αὐτοῖς τὴν ἀδοξίαν οἴσοντα. ὁμοίως δὲ καὶ οἱ ἐν τέλει πάντες τῶν Τριβαλῶν ἐλοιδοροῦντό τε καὶ πολλὴν αὐτῶν κατεγίνωσκον μωρίαν, εἰ τοιαῦτα πείσειν ἤλπισαν, οὕτω μηδεμίαν ὑπερβολὴν ἐλλείποντα κακίας. πάντες γὰρ ἐφίλουν βασιλέα καὶ οὐδὲν ἠνείχοντο τῶν ἀγόντων βλάβην εἰς ἐκεῖνον, ὥστε καί τις ἐξ αὐτῶν Κοβάτζης ὠνομασμένος φανερῶς ἀντεῖπε καὶ ἠπείλησε θάνατον τοῖς πρέσβεσιν, εἰ μὴ τάχιον ἀπαλλάττοιντο. πολ 2.307 λήν τε αὐτῶν ἀναισθησίαν κατηγόρει, ὅτι τὸν Ῥωμαίων ὀφθαλμὸν οἰκείαις αὐτῶν χερσὶν ἐξορύξαντες αὐτοὶ, προσέτι καταπροδιδόασι καὶ