301
ηγε, καὶ οτι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ολεθρον ἐπένθει, ηλθεν αυθις εἰς τὸ κοινὸν καὶ ἐδημηγόρησε, καὶ οις ειπε καταιδέσας τοὺς τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ ̓Ιούνιος ἀνὴρ γηραιὸς προσεπέμφθη αὐτῷ. Τοῖς Ῥωμαίοις δὲ μετὰ ταῦτα τὰ πράγματα οὐκ ἀταλαιπώρως ἐχώρησεν εἰς τὸ βέλτιον. ὁ γὰρ Μάρκελλος, ἐπειδὴ κατηγορηθεὶς ἀπελύθη, ωρμησεν ἐπὶ τὸν ̓Αννίβαν, καὶ τὰ μὲν πλεῖστα δι' ἀσφαλείας 2.270 ἐποιεῖτο, δεδιὼς πρὸς ἀπονενοημένους διακινδυνεῦσαι· εἰ δέ ποτε ἠναγκάσθη προσμίξαι, κρείττων ἐκ φρονήσεως εὐτολμίᾳ κεκραμένης ἐγένετο. ὁ ουν ̓Αννίβας διά τε ταῦτα καὶ οτι αἱ πόλεις αἱ συμμαχοῦσαι αὐτῷ αἱ μὲν ἐγκαταλελοίπεσαν αὐτόν, αἱ δὲ διενοοῦντο, καὶ δι' ετερ' αττα, κακῶσαι τὰ χωρία α μὴ κατέχειν οιος ην ἐπεχείρησε. καὶ πολλοῖς ἐλυμήνατο, καὶ πλείους διὰ τοῦτο ἀφίσταντο. Περὶ δὲ Σαλπίαν πόλιν τοιόνδε τι συνέπεσε. δύο ανδρες τὰ πράγματα αὐτῶν ειχον, διάφοροί τε ἀλλήλοις ησαν. καὶ ̓Αλίνιος μὲν τὰ τῶν Καρχηδονίων ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν ̔Ρωμαίων, ος καὶ διειλέχθη τῷ ̓Αλινίῳ περὶ προδοσίας τῆς εἰς ̔Ρωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου τῷ ̓Αννίβᾳ ταῦτα, ἐς δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ Ἀννίβου μετὰ τῶν συνέδρων οπως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ' οψει αὐτοῦ τῷ ̓Αλινίῳ πέλας που οντι περὶ προδοσίας αυθις εἰπεῖν. ἀναβοήσαντος δ' ἐκείνου "ιδε ιδε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ," οὐκ ἐπίστευσεν ὁ ̓Αννίβας διὰ τὸ ατοπον, ἀλλὰ καὶ ὡς συκοφαντούμενον αὐτὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν αμφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρκέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχηδονίων κατέκοψαν καὶ τὴν πόλιν τοῖς ̔Ρωμαίοις παρέδοσαν. Καὶ ουτω μὲν ἐν τῇ ̓Ιταλίᾳ εσχον τοῖς Καρχηδονίοις τὰ πράγματα· καὶ οὐδ' ἡ Σικελία ην εὐνοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ προσεχώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχηδονίων Αννων, συνεστρατεύετο δὲ αὐτῷ καὶ Μουτίνας. ος συνὼν τῷ ̓Αννίβᾳ πρῴην, καὶ φθονηθεὶς οτι μεγάλα εργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν 2.271 ἐπέμφθη. ὡς ουν κἀκεῖ λαμπρῶς ἱππάρχει, φθόνον καὶ πρὸς τοῦ Αννωνος ωφλε, καὶ διὰ τοῦτο τῆς ἱππαρχίας ἐπαύθη. περιαλγὴς γοῦν διὰ ταῦτα γενόμενος πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλινε. καὶ πρῶτον μὲν προδοσίαν ̓Ακράγαντος συνέπραξε σφίσιν, ειτα καὶ ταλλα συγκατειργάσατο, ωστε πᾶσαν αυθις τὴν Σικελίαν ὑπ' αὐτοὺς ανευ μεγάλου πόνου γενέσθαι. ̔Ο δὲ Φάβιος καὶ ὁ Φλάκκος αλλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ ̓Αννίβου κατέχοντος αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρεττίαν κατατρέχειν, ιν' ὁ ̓Αννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκκος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν αμα καὶ τῷ πεζῷ προσβαλών, τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ ειλε τὴν πόλιν. ὁ ουν ̓Αννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπιβουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε. καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως επεμψεν, ἐλπίσας ἀπερισκέπτως αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ος ὑπετόπησε τὸ πραττόμενον, καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς ας τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κατεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν αλλον χρόνον, εἰ καὶ τιμωρῆσαι τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο, ἀλλ' οὐκ ἠπείγετο, διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ' ῃσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι, ἐκείνους μὲν εια, ἐς δὲ τὴν Καρχηδόνα τὴν ταύτῃ ωρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν 2.272 ὁρμὴν αὐτοῦ εγνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρχηδόνι γενέσθαι· καὶ ελαβε σὺν πόνῳ τὴν πόλιν. ̔Αλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μικροῦ τῶν στρατιωτῶν ἐγένετο αν. τοῦ γὰρ Σκιπίωνος στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο ανδρες, ὁ μὲν ̔Ρωμαῖος, ὁ δ' ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομένων δ' ἐκείνων καὶ τὸ αλλο πλῆθος ἐθορυβήθη, καὶ ἐπὶ πλεῖστον ἐταράχθησαν, ωστε καὶ δεινόν τι δρᾶσαι, εἰ μὴ ὁ Σκιπίων καὶ αμφω