301
Νηπιάζειν. τὸ μὴ εἰδέναι κακοποιεῖν η ἁμαρτάνειν. καὶ ὁ ̓Απόστολος· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. ( ̓Επίῤῥημα.) Νηλεῶσ. ἀντὶ τοῦ ἀνηλεῶς. καὶ νηλειῶς. Νηποινί. ανευ τιμωρίας. Νητρεκῶσ. ἀληθῶς. nu.1401 Τὸ Ν μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Νίγερ. κύριον. καὶ ὁ περάτης. Νικήρωτος· Νικίας· Νικήτης· Νικήτασ. ὀνόματα κύρια. Νιμμόσ. ἡ κάθαρσις. Νῖνος· Νιννύασ. κύρια. Νισαῖος ιπποσ. ο ἐστι ξανθός· ἡ γὰρ Νίσα πάντας τοὺς ιππους ξανθοὺς εχει. Νιτιάτησ. κύριον. ἡ τοῦ Νιτιάτου μονή. Νιφετόσ. χιὼν κατὰ λεπτὸν φερομένη. Νίν. ἀντὶ τοῦ αὐτόν. Νικόδημοσ. κύριον. ἑρμηνεύεται ὁ κατὰ διάνοιαν ἐῤῥωμένος εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ, τὴν δὲ τῆς πράξεως τῶν ἐντολῶν φιλοτιμίαν φειδοῖ τῆς σαρκὸς ὡς δειλὸς παραιτούμενος. καὶ ὁ Θεόλογος· κᾳν Νικόδημος ῃς ὁ νυκτερινὸς θεοσεβὴς, μύροις αὐτόν. (Θηλυκόν.) Νίκωχισ. πόλις. Νίκη. παρὰ τὸ ἑνὶ δοτικῇ καὶ τὸ εικω, τὸ ὑποχωρῶ, γέγονεν ἑνιείκη, καὶ ἀποβολῇ τῶν δύο εε, τοῦ τε ἐν ἀρχῇ καὶ τοῦ μέσου, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉιˉι εἰς εν, δηλονότι μακρὸν, νίκη, οιον ἡ ἑνὶ ὑποχωροῦσα. ὡς καὶ ὁ ποιητὴς λέγει· ἑτεραλκέα νίκην. αλλοι δὲ, παρὰ τὸ ˉνˉη στερητικὸν καὶ τοῦ εικω γέγονε νίκη, κατ' εκθλιψιν τοῦ ˉε, ἡ μηδενὶ ὑποχωροῦσα. ἀλλ' ἀντίκειται αὐτοῖς καὶ ἡ ἀποβολὴ καὶ ἡ γραφή· ἡ γραφὴ μὲν, οτι νίκη διὰ τοῦ nu.1402 ˉι γράφεται, καὶ ωφειλε γράφεσθαι διὰ τῆς ˉεˉι διφθόγγου, ἡ ἀποβολὴ δὲ, οτι οὐδέποτε τὸ ˉνˉη ἐπίῤῥημα ἀποβάλλει τὸ ˉη, οιον νήδυμος. Νινευΐ. πόλις. Νίσα. τόπος, καὶ πόλις ἐν ̓Ερυθρᾷ κειμένη. Νίσιβισ. χώρα. καὶ κλίνεται Νισίβεως. Νιφάδεσ. σταγόνες χιόνος. Νίφα. νιφὰς, νιφάδος, νιφάδα, καὶ κατὰ συγκοπὴν νίφα. Νικόλαοσ. κύριον. παρὰ τὸ νῖκος καὶ τὸ λαὸς γίνεται Νικόσλαος. ἀλλὰ τὰ εἰς ˉοˉς ὀνόματα ἐν τῇ συνθέσει τῆς ἐπαγομένης λέξεως, τῆς ἀπὸ συμφώνου ἀρχομένης, ἀποβάλλουσι τὸ ˉς καὶ φυλάττουσι τὸ ˉο. θεὸς, Θεόδωρος. Νίμμα. κάθαρμα. Νίτρον. σαπώνιον, η ειδος ἰατρικόν. παρὰ τὸ νίζω νίτρον, ὡς μάσσω μάκτρον, πλήσσω πλῆκτρον, φέρω φέρτερον. Νιτέρειον. ἀκρωτήριον. Νίζω. σημαίνει τὸ νίπτω, καὶ τὸ καθαίρω. νίπτω, νίζω. οἱ Αἰολεῖς τὰ εἰς ˉπˉτˉω ῥήματα εἰς δύο ˉςˉσ μεταβάλλουσιν. οιον νίπτω νίσσω. Ταραντίνων δὲ φωνῇ γίνεται νίζω. Νικῷεν. εὐκτικόν. ὡς ἀπὸ τοῦ σιγὴ σιγῶ, ουτως καὶ ἀπὸ τοῦ νίκη νικῶ. καὶ τὸ εὐκτικὸν νικῷεν καὶ νικῴη. νικῶ, νικᾷς, ἡ μετοχὴ ὁ νικῶν, τοῦ νικῶντος, τὸ εὐκτικὸν νικῷμι, τὸ τρίτον νικῷ καὶ πλεονασμῷ τοῦ ˉη ἀττικῶς νικῴη, καὶ ἐξ αὐτοῦ νικῷ, καὶ νικῴης. Νισσόμενοσ. στρεφόμενος. nu.1403 Τὸ Ν μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Νόεσ. οἱ αγγελοι, καὶ οἱ λογισμοί. οτι κακῶς λέγουσι καὶ παρ' ἀναλογίαν οἱ φιλόσοφοι τὸν νόα αἰτιατικὴν τῶν ἑνικῶν, καὶ οἱ νόες εὐθεῖαν τῶν πληθυντικῶν, καὶ αἰτιατικὴν τοὺς νόας· δέον γὰρ τὸν νοῦν λέγειν, καὶ οἱ νοῖ. ἀπὸ συναιρέσεως ἐστὶ καὶ δεῖ πρὸς τὸ ἐντελὲς κλίνεσθαι καὶ τὸ συνῃρημένον. εστι γὰρ νόος, νοῦς, νόον, νοῦν. Νόθοσ. ὁ μὴ γνήσιος υἱός. παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι καὶ βλάπτω, γίνεται ὀνότος, καὶ κατὰ ἀποβολὴν τοῦ ο καὶ τροπῇ τοῦ τ εἰς θ νόθος, ὁ μὴ ων γνήσιος υἱὸς, ἀλλ' ἐκ παλλακίδος. αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ τετραχῶς λέγονται· γνήσιος, νόθος, σκότιος καὶ παρθένιος· γνήσιος ὁ ἐκ νομίμων γάμων· νόθος ὁ ἐκ παλλακίδος· σκότιος ἐκ λαθραίας μίξεως· παρθένιος ὁ ἐκ τῆς παρθένου ετι νομιζομένης γενόμενος. Νομῆεσ. οἱ ποιμένες. καὶ νομέας καὶ νομεῖς. nu.1404 Νομοΐστωρ. ὁ νομομαθής. Νομικόσ. ὁ τῷ νόμῳ ἀκολουθῶν. η ὁ τοῦ νόμου ἐξηγητής. Νομοδιδάσκαλοι. οἱ γραμματεῖς ἑρμηνεύονται. συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ λεγόμενοι νομικοί. Νόμοσ. ον εχομεν γραπτὸν νόμον· τὸ νόμισμα· ὁ τὴν γῆν μερίζων· παρ' Αἰγυπτίοις ἡ χώρα· ἡ συνήθεια· μέτρον γῆς· τὸ εὐαγγέλιον. Νόμοσ. λόγος προστακτικὸς τῶν πρακτέων καὶ ποιητέων καὶ μή. παρὰ τὸ νέμω, τὸ μερίζω. Νόμοσ. χαλινὸς αὐτεξουσιότητος. Νόμος καὶ ἐντολὴ διαφέρει. νόμος μὲν γάρ ἐστιν ορος ἀποφαντικὸς τοῦ μὴ χρῆναί τι δρᾷν τῶν ἐκτόπων, ὁποῖόν ἐστι τό· οὐ φονεύσεις· ἐντολὴ δέ ἐστιν ορος ἀποφαντικὸς αἰσχροῦ πράγματος, συνεζευγμένης ἐντολῆς, οιον ἐστὶ τό· ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ