301
καὶ ὁ εὐεργέτης ἐφυγαδεύετο καὶ τὸ τελευταῖον θανάτῳ παραδέδωκαν τὸν τὴν ζωὴν χαρισάμενον, καὶ ἐμαστίγουν τὸν ἐλευθερωτὴν τῶν ἀνθρώπων, καὶ κατεδίκαζον τὸν κριτὴν τοῦ κόσμου. Οὐχὶ τῷ Αἰγυπτίῳ βασκαίνει ὁ Σκύθης, ἀλλὰ τῷ ὁμοεθνεῖ ἕκαστος. Καὶ ἐν τῷ ἔθνει μέντοι οὐ τοῖς ἀγνοουμένοις φθονεῖ, ἀλλὰ τοῖς συνηθεστάτοις, τοῖς γείτοσι καὶ ὁμοτέχνοις, καὶ τοῖς ἄλλως οἰκείοις, πά 96.417 λιν καὶ ἡλικιώταις, καὶ συγγενέσι, καὶ ἀδελφοῖς. Καὶ ὅλως, ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτως ὁ φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα. Τὰ τοῦ φθόνου κινήματα, οὐδὲν λυποῦντα τὸν βασκαινόμενον, αὐτοῦ πληγαὶ γίνονται τοῦ βασκάνου. Τίς λυπούμενος ἠλάττωσέν ποτε τὰ τοῦ πλησίον καλά; Ἑαυτὸν μέντοι προσανήλωσεν, ταῖς λύπαις κατατηκόμενος. Φύγωμεν κακὸν ἀφόρητον. Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρεμα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κολάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέρησις βασιλείας. Τοὺς φθονερούς τινες οἴονται καὶ δι' ὀφθαλμῶν μόνον τὴν νόσον ἐμβάλλειν. Ἐγὼ δὲ τοῦτον μὲν τὸν λόγον ἀποπέμπομαι. Ἐκεῖνο δέ φημι· Οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως αὐταῖς πρὸς τὸ οἰκεῖον κέχρηνται βούλημα, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων εἰς ὑπηρεσίαν χρῆσθαι τοῦ ἰδίου θελήματος. Φύγωμεν οὖν κακὸν ἀφόρητον, ὃ φύσει ἐστὶ δίδαγμα δαιμόνων. ∆ῆλοι δέ πως καὶ αὐτῷ τῷ προσώπῳ καθεστήκασιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὀφρὺς συμπεπτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας δικαστήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα· θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον τὸν σώφρονα, τὸν δίκαιον ἀπηνῆ, κακουργὸν τὸν φρόνιμον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον διαβάλλουσιν, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον, πάλιν τὸν οἰκονομικὸν φειδωλὸν, καὶ ὅλως πάντα τὰ τῆς ἀρετῆς εἴδη οὐκ ἀπορεῖ παρ' αὐτοῖς ὀνόματος, ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Ἴδιον κακὸν τοῦ διαβόλου ὁ φθόνος, ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν, λέγει τῷ ἰατρῷ τὴν κεφαλαλγίαν, ὁ δὲ φθονῶν, τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά. Ἡ μὲν ἀλήθεια αὕτη, τὰ δὲ ῥήματα ἕκαστος αἰσχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν, τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ' οἷς ἂν πάθῃ χρηστοῖς, ἀλλὰ λυπεῖται τῇ σῇ εὐπορίᾳ. Μὴ τοίνυν ἐμπέσῃς εἰς τὴν παγίδα τοῦ διαβόλου. Χάρις φθονεῖσθαι, τὸ φθονεῖν δ' αἶσχος μέγα. Ὑψοῦ βάδιζε, τὸν φθόνον δ' ἔα κάτω. Τί ἂν γένοιτο τῶν βασκάνων ἐλεεινότερον; Ἐξὸν καὶ χαίρειν, καὶ κερδαίνειν διὰ τὴν χαράν· οὗτοι καὶ λυπεῖσθαι αἱροῦνται μᾶλλον ἐπὶ ταῖς ἑτέρων εὐδοκή 96.420 σεσιν, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον. Ὦ φθόνος πάθους πεπληρωμένος! ὦ φθόνος, πῦρ μὴ σβεννύμενον! ὦ φθόνος, ἐπὶ τὸν φθονοῦντα τὴν βλάβην ἄγων! Καὶ καθάπερ ὁ σκώληξ τὸ ξύλον διαφθείρει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθονούμενον λαμπρότερον κατασκευάζει. Ἀμήχανον ἐν εὐπραγίαις φθόνον διαφυγεῖν. Οὐδὲν μιαρώτερον τοῦ ἐπὶ ταῖς ἀλλοτρίαις εὐημερίαις δάκνεσθαι, διαπρίεσθαι, καὶ τήκεσθαι. Οὐδὲν χαλεπώτερον, οὐδὲν ἀθλιώτερον τοῦ ἐπισπᾶσθαι τῆς βασκανίας τὸ πάθος, καὶ καταδαπανᾶσθαι τῷ ζήλῳ καὶ τῷ φθόνῳ. Λέγεις, ἐξ ὅλης τὸν Θεὸν παρακαλεῖς καρδίας ῥυσθῆναι ἀπὸ τῶν τῆς ἡδυπαθείας ἐνθυμημάτων καὶ παθῶν· οὐκοῦν τὸν αὐτὸν τρόπον ὁλοψύχως τὸ κρεῖττον ἱκέτευε, ἀπαλλαγῆναι βασκανίας καὶ φθόνου· πλέον γὰρ εἰς τοῦτο νεύεις τὸ ἐπάρατον πάθος.
ΤΙΤΛ. ΙΓʹ. -Περὶ φιλαυτίας· καὶ ὅτι οὐ δεῖ τινα ἑαυτὸν δικαιοῦν ἢ ἐπαινεῖν.
«Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος.» «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ
σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.» «Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ.» «Ὁδοὶ