301
τὴν ἀλήθειαν καὶ τὴν μετάνοιαν διέθηκαν, δεινοῖς κατακοντίζοντες λόγοις καὶ συρφετὸν ἀθλίων εἰσκομίζοντες λογισμῶν, διχοστασίας ἐγείροντες, τὴν ἀμώμητον πίστιν ἀδικοῦντες, τὸν ἁπάντων ἡνίοχον καὶ ἐπιστάτην καὶ δημιουργὸν ἀτιμάζοντες, ἀλλήλοις ἐρίζοντες, λημμάτων ἡττώμενοι, πόρους ἐπινοοῦντες, τοῖς ὁμόφροσι τῶν ἀσεβησάντων χάριν προσκρούοντες, τῶν ὁμολογησάντων καὶ τῆς ἀληθείας προκεκινδυνευκότων τοὺς τὰ μέγιστα ταύτην ἀδικήσαντας καὶ διώξαντας προτιμῶντες καὶ προτιθέμενοι, οἷς τε δρῶσι τῇ ἀληθείᾳ χαλεπαίνοντες καὶ τὸ ὑπὲρ Χριστοῦ παθεῖν οὐδὲν ἡγούμενοι, κακῶς εἰδότες καὶ ὑπὲρ ὧν κεκινδυνεύκασιν ὠμῶς καὶ ἀκαθηκόντως ἀμνημονήσαντες. Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξα ἐπὶ πλεῖον ἐγὼ ὁ τάλας· καί, εἰ μὴ τῶν σῶν φωνῶν ἐπαΐειν, οὐκ ἂν ἐπίστευσα τῷ προδεδηλωκότι ἐπιστολὴν συντετάχθαι ὑπὸ τῆς τιμιότητός σου κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας· κατ' αὐτῆς γάρ ἐστι τὸ τοὺς κλεινοὺς καὶ ὁμολογητὰς ἄνδρας, οἳ περιῆλθον ἐν ποικίλοις πειρασμοῖς ὑστερούμενοι, θλιβόμενοι, κακοχούμενοι, διωκόμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἄξιος ὁ κόσμος, ἀποστολικῶς εἰπεῖν, καταγορεύειν τὰ τοιαῦτα βατταρίσματα· καὶ οὔπω ἐκπέφασται τὰ αἰτιολογικώτερα καὶ ἀπανθρωπότερα. τολμᾷ τις, ἐρωτῶ, ἐν στρατιώταις κατειλεγμένος, βασιλικῷ συγγράμματι ἐξαυθεντήσας τοῦτο κἀκεῖνο διαγορεύειν καὶ τοὺς ἐν ὑπεροχαῖς καθυβρίζειν ὡς ἀτάκτως καὶ εἰκῇ φερομένους; εἰ δὲ τοῦτο φωραθείη πεποιηκώς, ἀνάρπαστος εὐθὺς καὶ ἀγώγιμος ὡς ἐπιθανάτιος· τί καὶ οὐ πείσεται ὁ ἁπλῶς μοναστὴς ὑπὸ τοῦ τῆς ἐκκλησίας κριτηρίου παραπλήσιον ἐκείνῳ τετολμηκώς; μὴ γὰρ οὐκ ἔχομεν ἀρχιερέα, τὸν δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν κατὰ τὸ γεγραμμένον, μετριοπαθεῖν τε δυνάμενον τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις; οὗ ἡ ἐγκύκλιος ἐπιστολὴ κατὰ τὴν δεδομένην αὐτῷ ἐξουσίαν τοῦ πνεύματος. ὅς, εἰ ᾔδει ἐν τοῖς γιγνομένοις ἔκθεσμόν τι καὶ οὐ λυσιτελοῦν, πάντως δὴ ἐφθέγξατο τὰ εἰκότα. ἀλλ' ἐπειδὴ ὁρᾷ τὴν ἐπικρατοῦσαν αἵρεσιν καὶ στενὰ ἑκατέρωθεν παριστάμενα, εἴασεν ἅπαντας τοὺς προθυμουμένους ἰᾶσθαι τὰ συμπεσόντα νοσήματα ὡς ἕκαστος ἔχει δυνάμεως, εὖ ποιῶν ὁ θεσπεσιώτατος, ὡς μήτε νομοθεσίαν εἶναι τὸ τελούμενον μήτε μὴν ἀθεράπευτον ψυχήν, ὑπὲρ ἧς Χριστὸς ἀπέθανεν, καταλιμπάνεσθαι, καὶ τοῦτο δηλαδὴ μέχρις ὀρθοδόξου συνόδου, ὁπηνίκα καὶ τὰ καλῶς ὑπηργμένα ἐγκριθήσεται καὶ τὰ ἄλλως ἔχοντα ἀποδοκιμασθήσεται. καὶ τὸ πρᾶγμα θεῷ προσφιλὲς ὅτι μάλιστα, ὃς ἐρᾷ πάντας σῴζεσθαι, μὴ ὅτι γε τοὺς τῷ τῆς μετανοίας φαρμάκῳ προστρέχοντας, ὃς καὶ συνεπικουρεῖ τῷ φιλαδέλφῳ, χεῖρα ὀρέγοντι, καὶ συνανίστησι τῷ ἐξεγείροντι τὸν κάμνοντα· αὐτοῦ γὰρ φωνή ἐστιν· παρακαλεῖτε, παρακαλεῖτε, ἱερεῖς, τὸν λαόν μου, λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. τί δ' ἂν εἴη ἄλλο ἡ παράκλησις ἢ ἡ τῶν καθεστώτων συντήρησις καὶ τῶν ἐκτραπέντων διὰ μετανοίας ἐπανόρθωσις; εἶτα πρὸς τοὺς ἡμαρτηκότας· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα. καὶ αὖθις· ἔτι σου τὰ ῥήματα τῆς προσευχῆς λαλοῦντος, ἐρεῖ "4ἰδοὺ πάρειμι"5. καὶ βοηθός ἐστι τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ πονηρᾶς καὶ τὸ πεπλανημένον πρόβατον ἐπὶ τῶν ὤμων αἴρει καὶ ἄχρις οὗ τὸ σήμερον καλεῖται τὰ τῆς μετανοίας φάρμακα προτίθησι· καὶ τὸν λῃστὴν μιᾷ καιροῦ ῥοπῇ τοῦ παραδείσου ἠξίωσεν καὶ τὸν μέγαν Πέτρον ἀρνησάμενον τῷ πικρῷ κλαυθμῷ προσήκατο καὶ τῷ ∆αυὶδ ὡς μηδ' ὁτιοῦν ἁμαρτήσαντι πάλιν τὸ τῆς προφητείας χάρισμα ἐνίησι. καὶ τί δεῖ τὰ πολλὰ παραδείγματα ὑποφαίνειν καὶ μηκύνειν τὸν λόγον; καὶ χρηστός ἐστιν ἐν τοῖς πρὸς τοὺς ὁμοδούλους χρηστευομένοις καὶ ἀπότομος ἐν τοῖς ἀσυμπαθέσιν. οὗ εἵνεκα αἱ ἰατρεῖαι, αἱ ἐπιτιμίαι κατὰ τὸν παρόντα χρόνον τελούμεναι, οὐχ ὡς ἡ τιμιότης σου κεκωμῴδηκεν (ἄπαγε τῆς βλασφημίας) οὐδὲ σκανδάλων παραίτια τὰ γιγνόμενα, ἀλλ' ἀληθινῆς ἀγάπης τεκμήρια· φησὶ γὰρ ὁ Κύριος, τοιαύτην ἀγάπην οὐδεὶς ἔχει,