Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἤκουσας; Θεὸς αἰώ- νιος, Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ.9 Πάλαι μὲν γὰρ, ὦ Ἰσραὴλ, ἐπαιδεύθης διὰ νόμου, ἔγνως διὰ προφητῶν τῆς μετὰ τὸν νόμον ἐσομένης οἰκονομίας τὸν τρόπον. Κεχρησμῴδηται μὲν γὰρ ὁ νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν μελλόντων ἀγα- θῶν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὡς ἐν ὠδῖσιν ἔχων τῷ γράμματι· πολυτρόπως γὰρ διὰ τῆς κατὰ νόμον ἐντολῆς προανεμορφοῦτο Χριστὸς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον αἰνιγματωδῶς κατεγρά- 70.821 φετο· καὶ πιστώσεται λέγων αὐτὸς τοῖς ἀπειθεῖν 70.821 ἑλομένοις ἐξ Ἰσραήλ· "6Εἰ πιστεύετε Μωσῇ, ἐπι- στεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν."6 Ἐπειδὴ δὲ, φησὶν, αἰτιᾶται λέγων, Οὐκ ἐπισκέπτεταί μου τὰς κατὰ νόμον ὁδούς· τοῦτο γάρ ἐστι τό· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἀφεῖλεν ἡμῶν τὴν κρίσιν, ἤτοι τὸν νόμον, καὶ ἀπέστη· ὡς ἠγνοηκὼς δέ που πάντως τὸν ἐν τῷ Θεῷ σκέποντα, τοιάδε φησί· Ἔστω, φησὶ, κἂν γοῦν νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; τοῦτ' ἔστιν, εἰ μὴ ἀκούσειας; ὅμοιον δὲ ὡς εἰ λέγοι· ∆έχομαι τὴν προσ- ποίησιν οἰκονομικῶς. Οὐκ ἔγνως, εἰ μὴ μάθοις, ἤτοι μὴ ἀκούσας. Ἄκουε τοίνυν, Θεὸς αἰώνιος. Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει. Προσεκόμιζες δὲ, φησὶ, τὰς δι' αἱμάτων θυσίας πρόβατα, καὶ βοῦς ἀνετίθεις ἀποπεραίνων εὐχάς· λιβανωτοῖς ἐτίμας καὶ καπνοῖς, τρυγόσι καὶ περιστεραῖς· ἀλλ' ἴσθι τοι καὶ μὴ ἀγνοήσῃς ὅτι τὰ ἄκρα κατεσκεύασε ὁ Θεὸς ὁ αἰώνιος. Ἄκρα δὲ τῆς γῆς τὰ πέρατά φησιν, ἵνα διὰ τούτου νοῆται πᾶσα. Οὐ πεινάσει, οὐδὲ κοπιάσει. Ὅμοιον εἶναι τοῦτό φημι τῷ πρὸς αὐτοὺς εἰρημένῳ, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· "6Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;"6 Πῶς γάρ μοι, φησὶ, προσκομίζετε τὰς θυσίας; ἆρ' ὡς πεινῶντι, καὶ ὑπὸ λιμοῦ κοπιᾷν εἰωθότι; ἄπαγε τῆς δυσβουλίας. Ὁ γὰρ αἰώνιος Θεὸς ὁ φθείρεσθαι μὴ εἰδὼς, οὔτε πεινάσει, οὔτε κοπιάσει· οὐδὲ γὰρ αὐτοῦ τι τῶν ἀνθρωπίνων ἅψεται. Ἀλλ' οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Αἰτία μὲν γὰρ ἔσθ' ὅτε, φησὶ, λέγων· Εἰ νῦν ἀπαράδεκτον ἐποιήσω τὴν διὰ Μωσέως ἐντολὴν, ἤτοι τὴν ἐν νόμῳ σκιὰν, τί καὶ ὅλως ἐνομοθέτεις ἐν ἀρχαῖς; εἰ κρείττονα τῶν ἀρ- χαίων τὰ νέα, τοῦτ' ἔστι, τὰ εὐαγγελικὰ θεσπίσματα, διατί ταῦτα καὶ πρὸς αὐτοῦ τέθειται τοῦ νόμου; Ἀλλὰ μὴ εἴπῃς τοῦτο, φησίν. Οὐ γὰρ εὑρεῖν δύνα- σαι τὴν ἀκατάληπτον φρόνησιν, ἤτοι σοφίαν τοῦ Θεοῦ. ∆έδοται μὲν γὰρ ἡ διὰ Μωσέως ἐντολή· καὶ ἐπὶ τίσιν ἄρα, καὶ διὰ ποίαν αἰτίαν ὁ Παῦλος διδάξει, λέγων, ὅτι "6Νόμος παρεισῆλθε, ἵνα πλεονάσῃ τὸ παράπτωμα."6 Καὶ πάλιν· "6Συνέκλεισε γὰρ ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ."6 Ὡρίσθη τοίνυν ὁ τῆς ἁμαρτίας παραδει- κτικὸς, καὶ οἱονεὶ τῆς ἁπάντων ἀσθενείας ἔλεγχος, ἵνα, ἐπείπερ οὐκ οἶδε δικαιοῦν τοὺς ἡμαρτηκότας, κατακρίνει δὲ μᾶλλον αὐτοὺς, λοιπὸν ἀναγκαίως εἰσ- φέρεται τῆς διὰ Χριστοῦ φιλοτιμίας ἡ χάρις, δι- καιοῦσα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττουσα τῶν πλημμε- λημάτων τοὺς ἐνισχημένους αὐτοῖς. Οὐκοῦν οὐκ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως τοῦ πάντα σοφῶς οἰκονο- μοῦντος Θεοῦ, καὶ προαναδείξαντος μὲν τὸν νόμον εἰς ἔλεγχον ἁμαρτίας, πέμψαντος δὲ τὸν Υἱὸν ἐξ οὐρανῶν, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. 9∆ιδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυ- νομένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Οἱ δὲ ὑπομένοντες Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσι.9 70.824 Νόει δή μοι κατὰ κοινοῦ, τὸ, ὅτι Θεὸς ὁ αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, αὐτός ἐστιν ὁ διδοὺς τοῖς πεινῶσιν ἰσχύν. Οὐ γάρ τοι τροφῆς ἐν ἐνδείᾳ γέγονέ ποτε Θεὸς ὢν καὶ αἰώνιος. ∆ίδωσι δὲ τοῖς πεινῶσι μᾶλλον αὐτὸς τὴν δικαιοσύνην, πνευ- ματικὴν εὐανδρίαν· δίδωσι δὲ ὁμοίως καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Καὶ τοῦτο νοήσεις διχῆ. Καὶ γάρ τοι ἐκ πολλῆς ἄγαν ἀναισθησίας, καὶ ἐκ τοῦ μὴ ἐγνωκέναι τὸ ἀρέσκον Θεῷ, μήτε