302
πόλεις καὶ τὴν ἀρχὴν Ῥωμαίων, ἵνα τελέως κατασβέσωσιν αὐτὸν, ὥσπερ δεδοικότες μὴ ἐπανελθόντος αὖθις ἀναβλέψωσιν. ὁ μὲν οὖν οὕτω πρὸς ὀργὴν ἀπέπεμπε. Μακάριος δὲ ὁ Θεσσαλονίκης ἐπίσκοπος, ἐπεὶ ἀνηνύτοις ᾔσθετο ἐπιχειρῶν, βασιλεῖ τῷ Καντακουζηνῷ προσελθὼν, πρῶτα μὲν ἐμέμφετο τῆς περὶ βασιλέα τὸν φίλον ἀγνωμοσύνης, ὅτι τοσοῦτον φιληθεὶς καὶ οὕτω μεγάλων εὐεργετημάτων ἀπολελαυκὼς, τοῖς ἐναντιωτάτοις ἀμείψαιτο τοὺς παῖδας, τῆς ἀρχῆς ἕνεκα ἐπιβουλεύσας καὶ ἀποκτεῖναι διανοηθείς. ὧν τὴν ἀτοπίαν βδελυξάμενον καὶ θεὸν, μὴ μόνον οὐκ ἐφεῖναι εἰς τέλος τὰ βεβουλευμένα ἀγαγεῖν, ἀλλὰ καὶ τῆς περὶ βασιλέα ἀδικίας δίκας εἰσπραττόμενον, ὑπερόριον ἀποδεῖξαι καὶ πλανήτην περιιόντα, ἐπ' ἄλλοις τὴν ἐλπίδα ἔχοντα τῆς σωτηρίας. ἔπειτα συνεβούλευεν, εἰ μὴ πρότερον, ἀλλὰ νῦν γε τὸ συνοῖσον συνιδόντα, πρεσβείαν ποιήσασθαι πρὸς βασιλίδα καὶ ἱκέτην αὐτῆς τε καὶ πατριάρχου καὶ τῆς συγκλήτου βουλῆς γενέσθαι, ὥστε ἐπὶ τοῖς γεγενημένοις συγγνώμης ἀξιώσαντας, πρόνοιάν τινα ποιήσασθαι αὐτοῦ, μὴ καὶ ὑπερόριος ἀπόληται, οὐδεμιᾶς ἢ φαύλης τινὸς ἐλπίδος ἔτι ὑπολειπομένης. βασιλεὺς δὲ «οὐδὲν θαυμαστὸν», εἶπεν «εἰ μεθύων τις καὶ παραφερόμενος ὑπ' ἀναισθησίας οἴοιτο ἀστατεῖν τὴν γῆν, βεβαίως ἡδρασμένην· οὐδ' εἰ ὑπὸ μελαγχολίας κατεχόμενος 2.308 οἴοιτο καὶ τοὺς ἄλλους τὰ ἴσα πάσχειν. καὶ σὺ τοίνυν τῇ κενῇ δόξῃ καὶ φιλαρχίᾳ κατάκρας ἁλοὺς καὶ προδοσίαν τὴν ἐσχάτην εἰργασμένος, οὐδὲν θαυμαστὸν, εἰ τὰ ἴσα καὶ ἐμοῦ καταψηφίζῃ, μηδὲν τοιοῦτον εἰργασμένου. οἶσθα γὰρ, ὡς ἐμοῦ τοῖς ἐν Ἄθῳ ἀρετῆς ἀντιποιουμένοις καὶ τοῦ καλοῦ καὶ ἐρασταῖς καὶ ἐργάταις γεγραφότος καὶ πολλὰ δεηθέντος, πρὸς Βυζάντιον ἐλθεῖν καὶ βασιλίδι καὶ πατριάρχῃ καὶ οἷς αὐτὸς ὀνομάζεις σύγκλητον βουλὴν διαλεχθῆναι περὶ εἰρήνης καὶ πεῖσαι κατατίθεσθαι τὸν πόλεμον, ὃν ἀδίκως κεκινήκασι κατ' ἐμοῦ μηδὲν ἠδικηκότος, συκοφαντίας πλασάμενοι καὶ διαβολὰς, μετὰ τῶν ἄλλων παρειλήφασι καὶ σὲ, ὡς ἀρετῆς ἀντιποιούμενον δῆθεν καὶ ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ κοινῇ λυσιτελοῦντος βουλησόμενον διακινδυνεύειν. ἀλλ' ἐκεῖνοι μὲν καλῶς ποιοῦντες, τά τε δέοντα εἰρήκασι μετὰ παῤῥησίας καὶ τῶν εἰς αὐτοὺς ἡκόντων ἐνέλιπον οὐδὲν, καὶ τῶν διαφθείρειν βουλομένων καὶ διαστρέφειν ἀπὸ τῆς ἀληθείας, οὐδὲ ἐπεστράφησαν, πολλὰ ἐπαγγελλομένων εὖ ποιήσειν. ἀλλὰ τοῖς ἐξαρχῆς ἐνέμειναν λογισμοῖς καὶ τῇ περὶ τοῦ καλοῦ καὶ δικαίου κρίσει· δι' ἃ καὶ μέχρι νῦν πολλοῖς προσταλαιπωροῦσιν ἀλγεινοῖς. σὺ δ' ὑπὸ φιλαρχίας καὶ τῆς κατὰ τὴν ἀρχιερωσύνην δόξης ἡττηθεὶς αἰσχρῶς, καὶ τοὺς συμπρεσβευτὰς μετὰ τοῦ δικαίου καὶ τῆς ἀληθείας προὔδωκας· οἷς ἁρμόσει μικρὸν ὑπαλλάξαντας τὸ ὑπὸ Παύλου τοῦ θεσπεσίου 2.309 εἰρημένον περὶ ∆ημᾶ, καὶ περὶ σοῦ εἰπεῖν νυνὶ, ὅτι, Μακάριος ἡμᾶς ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. ἃ ἐχρῆν μεμνημένον, καὶ ὡς νῦν ἀνοσιώτερα καὶ ἀδικώτερα πολλῷ τολμᾷς, τὸν οὐδὲν ἐμὲ ἠδικηκότα αὐτοχειρίᾳ μονονουχὶ πειρώμενος φονεύειν, χάριν ἀξίαν ἐν τούτῳ κατατιθέμενος τοῖς τὴν ἀρχιερωσύνην ἐγχειρίσασιν, αἵμασιν ἀδίκοις μολύνων τὰς χεῖρας, μὴ ἐμοῦ καταψηφίζεσθαι ἀδικίαν καὶ ἀγνωμοσύνην περὶ βασιλέα, οὐδὲν οὔτε πρότερον, οὔτε μέχρι νῦν ἀνάξιον τῆς εἰς ἐκεῖνον φιλίας εἰργασμένου. περὶ μὲν οὖν τῆς εἰς βασιλέα καὶ τοὺς παῖδας ἐμοῦ εὐγνωμοσύνης λόγον οὐδένα πρὸς σὲ ποιήσομαι νυνὶ, καθάπαξ τὰς φρένας διεφθορότα καὶ ἄδικα καὶ παράνομα καὶ λέγοντα καὶ διανοούμενον περὶ ἐμοῦ, ἀλλ' ὕστερον, ἡνίκα ἂν ἐθέλῃ θεός. περὶ δὲ ὧν εἴρηκας, ὡς δεῖ βασιλίδος ἱκέτην καὶ πατριάρχου γενέσθαι, ὡς ἂν συγγνώμην παρασχόμενοι πρόνοιάν τινα ποιήσωνται πρὶν παντάπασιν ἀπολέσθαι, ἐκεῖνο εὔκαιρον εἰπεῖν, ὅτι, μὴ κλαίετε ἐπ' ἐμὲ, θυγατέρες Ἱερουσαλὴμ, ἀλλ' ἐφ' ἑαυτὰς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.» πρὸς μὲν οὖν ἐκεῖνον ὁ βασιλεὺς τοιαῦτα ἀπεκρίνατο. νγʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἐκ Θετταλίας ἧκον πρέσβεις, καλοῦντες βασιλέα καὶ δεόμενοι ἄρχειν σφῶν. καὶ πρότερόν τε γὰρ ἕτοιμοι ἦσαν ὑπακούειν καὶ τὰ ἐκείνου μᾶλλον ᾑροῦντο, ἢ