302
ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχομένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκεν. οθεν πολλοὶ μὲν δῆμοι, πολλοὶ δὲ καὶ δυνάσται αὐτῷ προσεχώρησαν, καὶ τὸ τῶν Κελτιβήρων εθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν εσεσθαι αὐτῆς ἐν ερωτι, μαθὼν δὲ οτι τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ τὰ λύτρα α οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο. Μαθὼν δὲ τὸν ̓Ασδρούβαν τὸν τοῦ ̓Αννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα καὶ ἀγνοοῦντα ετι τὴν τῆς πόλεως αλωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον, προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολλοὺς τῶν ἐκεῖ προσεποιήσατο. ην μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός, ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπεί2.273 κοντας καὶ μάλα φιλάνθρωπος. μάλιστα δ' οτι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, πάντες ἐτίμων αὐτόν· οἱ δ' Ιβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. ̔Ο δ' ̓Ασδρούβας ἀπελπίσας τὴν ̓Ιβηρίαν ἀπᾶραι πρὸς τὴν ̓Ιταλίαν ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συσκευασάμενος ὁ μὲν ωρμητο, οἱ δὲ συστράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖχον, ωστε μὴ τὸν ̓Ασδρούβαν ἐπιδιῶξαι μήτε τοῖς ἐν τῇ ̓Ιταλίᾳ ̔Ρωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, η πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν ̓Ασδρούβαν οὐκ ἐπεδίωξε, πέμψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ ̔Ρώμῃ δι' αὐτῶν προεκήρυξεν, αὐτὸς δὲ τῶν ἐν χερσὶν ειχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας οντας, ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς εν απαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν ουν ἐστράτευσεν ἐπ' ̓Ασδρούβαν τὸν Γίσγωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν επεμψεν. ος ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν ̓Ασδρούβαν ἐπακολουθήσας ηλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον. ̓Ελθόντων ουν τοῦ τε Μάγωνος πρὸς τὸν ̓Ασδρούβαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκιπίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες εἰς τὰ πεδία διεμάχοντο, ειτα καὶ ολῳ τῷ στρατεύματι ἀντιπαρετάσσοντο, οὐ μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους ἡμέρας τοῦτο ἐγίνετο· συμβολῆς δέ ποτε γενομένης οι τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι ἡττήθησαν, καὶ τὸ ερυμα αὐτῶν παρὰ τῶν ̔Ρωμαίων 2.274 ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ ̔Ρωμαῖοι ἐχρήσαντο· ο πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, προεῖπεν, οθεν δ' ἠγνόηται, ὡς "κατὰ τήνδε τὴν ἡμέραν τοῖς τῶν πολεμίων χρησόμεθα." μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς αλλας ἀπῄει πόλεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον τὸν ὁμαίμονα ἐπὶ ̔Ρώμην ἀπέστειλε καταγγελοῦντά τε τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ οπως οἱ ἐν τῇ ̔Ρώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυπραγμονήσοντα. Οἱ δ' ἐν τῇ ̓Ιταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ μάχαις ἐταλαιπώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μεῖζον δὲ τῶν αλλων αὐτοὺς ἐλύπησεν οτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ ̓Αννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ αμφω οἱ υπατοι περιστοιχισθέντες ἐξ ἐνέδρας ὁ μὲν Μάρκελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέθανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ ̓Αννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ῳ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ' ἐκείνου στελλόμενα επεμπε, καὶ οσα ἐβούλετο διεπράττετο· μέχρις ου τοῦτο γνοὺς ὁ Κρισπῖνος ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· οθεν ἀντιπεριέστη τῷ ̓Αννίβᾳ τὸ πρᾶγμα.