302
Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Νόστοσ. ἡ πρὸς τὸν οικον ἐπάνοδος. παρὰ τὸ νέω, τὸ πορεύομαι. νόστος καὶ ἡ τῆς γεύσεως ἀνάδοσις. nu.1405 Νοσφισμόσ. χωρισμός. Νότοσ. ὁ κατὰ μεσημβρίαν τόπος. καὶ ὁ ανεμος. ἀπὸ τοῦ νεῖσθαι, ο ἐστι διέρχεσθαι καὶ πορεύεσθαι. Νοτίου. θαλασσίου. νοτίου θηρός. λέγει δὲ τὸ κῆτος. Νοῦμμοσ. τὸ νουμμίον. Νουνεχήσ. συνετὸς, φρόνιμος. καὶ νουνέχεια. Νοῦσ. τριχῶς λέγεται. νοῦς θεοῦ· νοῦς καὶ ὁ αγγελος· νοῦς καὶ ὁ ἡμέτερος. Νοῦσ. ορασις ψυχῆς ἀσώματος πρὸς πάντα ἐκτείνουσα. Νοῦσ. πρᾶγμα αδηλον, ἀδήλως αδηλα περιαθροῦν. τοῦτο γάρ ἐστι νοῦς ἐν ψυχῇ, οπέρ ἐστιν ὀφθαλμὸς ἐν σώματι. Νοῦσ ἐστὶ ψυχῆς τὸ καθαρώτατον καὶ λογικὸν εἰς θεωρίαν τῶν οντων. Νοῦσ θύραθεν ἐστὶν ἡ εξωθεν ἐπιγινομένη γνῶσις. Νοῦσ. φύσις ἐπινοητικὴ παντὸς πράγματος. Νοῦσ ἐστὶν ὑφεστὼς, οὐσία νοερὰ αὐτοκίνητος, θεῖος ὑμνῳδὸς δόξης. ἡ πρώτη τοῦ νοῦ κίνησις. Νοῦσ. παρὰ τὸ νέμεσθαι, τὸ πορεύεσθαι. ὁ πάντοτε ἐν ἡμῖν κινούμενος, καὶ ἐπὶ πάντων ἰών. τί γὰρ ὁρμητικώτερον τοῦ νοῦ; καὶ Ομηρος· ὡς δ' οταν ἀΐξῃ νόος ἀνέρος. καὶ πάλιν· ὡσεὶ πτερὸν ἠὲ νόημα. Νοῦσ λογικός ἐστιν αισθησις θεωρητικὴ ψυχῆς ἀθανάτου καὶ νοερᾶς. Νοῦσ ἐστὶν ορασις σώματος ἀσώματος, ἀσωμάτως εἰς πᾶν διατρέχουσα. Νόμοσ. τὸ αγραφον εθος. τοῦ Θεολόγου· ἐγκαίνια τιμᾶσθαι παλαιὸς νόμος. nu.1406 †Νόμοι φύσεωσ. ους ἡ ἁμαρτία ἐπεισήγαγε τὸν πνευματικὸν καταλύουσα νόμον· ον αυθις ὁ Κύριος διὰ τῆς ἑαυτοῦ γεννήσεως ἀνωρθώσατο. φύσεως δὲ νόμος ὁ λόγος, καθ' ον ἑκάστη γεγένηται.† (Θηλυκόν.) Νομάδεσ. αἱ βοσκόμεναι ἀγέλαι. καὶ νομάδας, τοὺς ἀγρίους βαρβάρους. Νομή. ἡ βοσκή. νομεῖ δὲ τῷ βοσκῷ, ἐπὶ ἀρσενικοῦ, δίφθογγον. Νόησισ. ἡ πρώτη τοῦ νοῦ κίνησις. Νόννα. κύριον. Νόνναι. αἱ ἡμέραι, η ἀρχαὶ τῶν μηνῶν. Νοσηλεία. ἡ ἀῤῥωστία. Νόσοσ. ἀσυμμετρία τῶν ἐν σώματι στοιχείων ἡ κατακυριεύσασα ηδη τοῦ ζώου καὶ ἐπικρατὴς γινομένη. Νόσοσ. παρὰ τὸ ἐστερῆσθαι ὑγιείας, κατὰ μετάθεσιν τοῦ ˉω εἰς ˉο. Νοτίσ. ἡ ὑγρασία. Νοτία. ἡ ὑγρασία καὶ ἡ σκοτία. παρὰ γὰρ τὸ νότος νότιος καὶ νοτία. Νοῦσοσ. ἡ νόσος, κατὰ προσθήκην τοῦ ˉυ. Νουθέτησισ. λόγος ἐπιτιμητικὸς ενεκα ἀποτροπῆς ἁμαρτίας. †Νοτίη. πάχνη.† Νόησισ. παρὰ τὸ νέω, τὸ πορεύομαι. οὐδὲν γὰρ ταχύτερον τοῦ νοός. (Οὐδέτερον.) Νοερόν. πνευματικὸν, αϋλον. η τὸ τὰ νοητὰ ὁρῶν. η πᾶν τὸ ἐν τῇ καρδίᾳ κατὰ νοῦν ὑπάρχον. τινὲς τὸ κατ' εἰκόνα φασί. Νοητόν. τὸ διὰ τοῦ νοῦ νοούμενον. η τὸ διαφεῦγον τὰς πέντε ἡμῶν αἰσθήσεις. η τὸ μὴ ὁρώμενον. nu.1407 Νοητόν. τὸ ἐν τῷ νοερῷ ὑπεισελθὸν καὶ νοούμενον. Νοητά. τὰ μὴ σωματικῶς, ἀλλὰ κατὰ νοῦν γνωριζόμενα. η νοητὰ τὰ αἰσθητήρια τὰ ἐν τῷ καθ' ἡμᾶς κρυπτῷ ἀνθρώπῳ. Νοσοκομεῖον. ὁ ξενών. καὶ νοσοκόμος ὁ ἐπιμελούμενος τῶν νοσούντων. Νότα. τὰ γράμματα. ἐξ ου καὶ νοτάριος. Νότιον. δίϋγρον. Νουθέτημα. συμβουλή. η ἐπιτιμητικὸς λόγος εἰς ἀποτροπὴν ἁμαρτίας. Νόμισμα. τὸ νομιζόμενον μηδὲν ειναι. ( ̔Ρῆμα.) Νοθεύει. ἀπαλλοτριοῖ. Νοσηλεύεται. ἀῤῥωστεῖ. Νοσφίζεται. ἰδιοποιεῖται· ἀφαιρεῖται. Νοστήσασ. ἐπανελθών. Νοεῦντεσ. νοοῦντες. αἰολικῶς. Νόσφι. ἀντὶ τοῦ χωρίς. καὶ ἀντὶ τοῦ πόῤῥω. παρὰ τὸ ˉνˉω στερητικὸν καὶ τὸ επω, τὸ ἀκολουθῶ, γίνεται νοέπι ἐπίῤῥημα καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ π εἰς φ, καὶ πλεονασμῷ τοῦ ˉς, νόσφι, τὸ μὴ ἀκολουθοῦν, ἀλλὰ πόῤῥω ον. η παρὰ τὸ νόστος, ο σημαίνει τὴν ἐπάνοδον, καὶ ἐπεκτάσει γίνεται νοστόφι. τὸ δὲ νόστος παρὰ τὸ νέω, τὸ πορεύομαι. nu.1408 Τὸ Ν μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Νυκτίβιοσ. ὁ ἐν νυκτὶ διάγων. Νυκτιλόχοσ. ὁ κλέπτης, ὁ λῃστὴς, ὁ λοχῶν καὶ ἐνεδρεύων ἐν τῇ νυκτί. Νυκτιπόλοσ. ὁ λῃστής. Νυκτέλιοσ. ὁ ∆ιόνυσος. Νύμφιοσ. ὁ νυμφικὸς οικος. νυμφίος δὲ ὁ γαμέτης καὶ ὁ γαμβρός. ὡς τύχιος ὁ τυχηρὸς, Τυχίος δὲ κύριον. νυμφεῖος δὲ ὁ παστὸς, δίφθογγον. Νυμφοστόλοσ. ὁ νυμφαγωγός. Νυσήϊοσ. ὁ ∆ιόνυσος. ἀπὸ τοῦ Νύσης. ορος δὲ τοῦτο Θρᾴκης. -∆ιὸς Νυσήϊον υια. Νύχιοσ. ὁ νυκτερινός. Νυκτομαχία. ἡ ἐν νυκτὶ τοῦ πολέμου μάχη. Νύμφη. ὡς παρὰ τὸ νέος γίνεται νυὸς, ουτως καὶ παρὰ τὸ