302
ὑπέσχου ἐπ αναπαύεσθαι τῇ Σιὼν ἀεί. Καὶ τοῦτο δὲ τετύχηκε πέρατος. Εἰ γὰρ καὶ ὁ παλαιὸς νεὼς ἔρημος διὰ τὴν Ἰουδαίων μανίαν ἐγένετο, ἀλλ' οὖν ἐκεῖ πάλιν, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία διὰ τῆς θείας ἠξίωτο χάριτος· καὶ ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχουσιν ἅπαντες τὴν ἐν ἐκείνοις ἀναβλύζουσαν εὐλογίαν ἀρύσασθαι. "Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν." Καὶ τοῦτο τέλους τετύχηκε, καὶ ἐναλλαγή τις τῶν οἴκων ἐγένετο. Καὶ ὁ προφητικὸς δὲ λόγος τῆς Σιὼν ἐμνη μόνευσεν. Ἐν ἐκείνῃ δὲ καὶ ὁ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως τόπος. ιεʹ. "Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω." Ὁ δὲ Σύμμαχος, Τὴν σίτησιν αὐτῆς εὐλογῶν εὐλο γήσω. Τουτέστι, τῶν ἀγαθῶν αὐτοῖς ἁπάντων παρ έξω τὴν ἀφθονίαν. "Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων." Παρέξω δὲ καὶ τοῖς δεομένοις τῶν ἀναγ καίων τὴν χρείαν. ιʹ. "Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν." Ἣν ἄνω δικαιοσύνην ἐκάλεσεν, ἐνταῦθα σωτηρίαν ὠνό μασε. ∆ικαιοσύνης γὰρ σωτηρία καρπός. "Καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται." Οἱ δὲ τῆς εὐσεβείας ἐρασταὶ πάσης γενήσονται θυμηδίας ἀνά πλεοι. ιζʹ. "Ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ." Τὸ μὲν οὖν πρόχειρον νόημα τὸν Ζοροβάβελ δηλοῖ. Ἐπειδὴ δὲ οὔτε εἰς ἐκγόνους, οὔτε μὴν εἰς παῖδας, τὴν ἡγε μονίαν παρέπεμψεν, οὐκ ἄν τις αὐτὸν εἰκότως ὀνο μάσει κέρας, ὀλίγον ἡγεμονεύσαντα χρόνον. Τὸ γὰρ κέρας ἰσχυρόν τι δηλοῖ καὶ μόνιμον. Ἐπειδὴ δὲ τῷ Ζοροβάβελ οὐχ ἁρμόττει ἡ προφητεία, ὁ λόγος τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν προθεσπίζει. Οὕτω δὲ καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσιν ἔφη· "Προφήτης ὑπάρχων ὁ ∆αβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστῆσαι τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθ ίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προειδὼς ἐλάλησεν περὶ τῆς ἀναστάσεως αὐτοῦ." "Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου." Λύχνον πάλιν ὁ προφητικὸς λόγος τὸν ἐκ ∆αβὶδ ὀνομάζει ναὸν, τὸ τῆς θεότητος ὑποδε ξάμενον φῶς. ιηʹ. "Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου." Τῆς μὲν οὖν αἰσχύνης μάρτυρες Ἰουδαῖοι, τὴν ἔχθραν ἀσπα σάμενοι, καὶ τὴν αἰσχύνην δρεψάμενοι. Τὸ δὲ ἁγία σμα, αἱ κατὰ πᾶσαν γῆν καὶ θάλασσαν Ἐκκλησίαι, σῶμα μὲν τοῦ ∆εσπότου Χριστοῦ χρηματίζουσαι, τῆς ἁγιωσύνης τὰς πηγὰς παρ' αὐτοῦ κομιζόμεναι.
ΕΡΜΗΝ. ΤΟΥ ΡΛΒʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ τῶν ἀναβαθμῶν." Ἐπὶ τοῦ Ῥοβοὰμ 80.1912 διῃρέθησαν αἱ φυλαὶ,
καὶ αἱ μὲν δέκα τῷ Ἱεροβοὰμ ἠκολούθησαν, αἱ δὲ δύο τὴν ∆αβιτικὴν ἠσπάσαντο βασιλείαν. Μετὰ μέντοι τὴν ἀπὸ Βαβυλῶνος ἐπάν οδον, καὶ πάλιν συνῆλθον, καὶ τὴν συμφωνίαν ἠγά πησαν, καὶ μίαν ἔσχον ἡγεμονίαν, καὶ κοινὴν τὴν κατὰ νόμον ἐπετέλουν λατρείαν. Ταῦτα τοίνυν οὗτος ὁ ψαλμὸς προθεσπίζει. "Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;" ∆ι' αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐδὲν τῆς ἀδελφικῆς θυμηρέστερον συμφωνίας. Ἀδελφοὺς δὲ καλεῖ τὰς φυλὰς, ἐπειδὴ καὶ οἱ τού των ἐπώνυμοι φύλαρχοι ἑνὸς ὑπῆρχον παῖδες πα τρός. βʹ. "Ὡς μύρον ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών." Τὸ ἀρχιερα τικὸν ἔλαιον ἐκ διαφόρων ἡδυσμάτων συνέκειτο· ἀλλ' οὐδὲν ἐκείνων αὐτὸ καθ' ἑαυτὸ τοσαύτην εὐοσ μίαν ἠφίει, ἡ δὲ πάντων μίξις καὶ κρᾶσις πλεί στην ὅσην τὴν εὐωδίαν εἰργάζετο. Τούτῳ τὴν ἀδελ φικὴν εἰκότως συμφωνίαν ἀπείκασεν. Ἡ γὰρ τῶν πλειόνων κατορθωμάτων συνεισφορὰ τῆς τελείας ἀρετῆς τὴν εὐοσμίαν ἐργάζεται. "Τὸ καταβαῖνον ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ." Ἐκείνῳ, φη σὶν, ἔοικε τῷ μύρῳ τῆς ἀγάπης τὸ χάρισμα, ὃ κατεχεῖτο μὲν τῆς τοῦ Ἀαρὼν κεφαλῆς, οὐ μέχρι δὲ μόνου τοῦ γενείου κατῄει, ἀλλ' αὐτοῦ τοῦ χι τῶνος τὸ περὶ τὸ στῆθος ἡγίαζε. Ὦαν γὰρ ἐκάλε σεν, ὃ καλοῦμεν περιτραχήλιον. Τοῦτο δὲ καὶ Ἀκύλας στόμα ἐνδυμάτων εἴρηκε. Καθάπερ τοίνυν ἀπὸ τῆς κεφαλῆς διὰ τοῦ γενείου μέχρι τῆς ἐσθῆ τος τὸ ἱερὸν διατρέχον μύρον τῆς εὐοσμίας τὸν ἱερέα