302
ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Τιθέασιν οὖν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἰατρευομένων οἱ ἀκέστορες κατὰ τὸν ἀληθῆ λόγον, οὐκ ἐμπορευόμενοι τὴν θεόκριτον οἰκονομίαν ὡς χριστέμποροι· καὶ ὁ λαὸς τοῦ θεοῦ ὁσημέραι ἀνακαθαίρεται καὶ ὁ οἶκος Σαοὺλ ἀσθενῶν ἠλάττωται, ὁ δὲ οἶκος ∆αυὶδ μεγαλυνόμενος ἐπηύξηται, ἐκ τούτου εἰς τοῦτο μεταταττομένου τοῦ ἀνασφήλαντος. ἀλλὰ τί βούλοιο, ὦ θαυμάσιε, ἐν τοσούτοις χρόνοις ἐπικρατούσης τῆς αἱρέσεως καὶ ὀλλυμένου τοῦ θείου πλάσματος μὴ ὀπτανθῆναι ἰατρόν τί που; μὴ εἶναι θεραπευτικὰς μεθόδους; μὴ χειραγωγηθῆναι τυφλώττοντα; μὴ ὑγιασθῆναι νοσηλευόμενον; μὴ μοτωθῆναι τραυματιζόμενον; μὴ ὀρθοποδῆσαι χωλεύοντα; μὴ καταδεσμευθῆναι συντριβόμενον; μὴ ἐπιστραφῆναι πλανώμενον; μὴ κατὰ πᾶν ὁτιοῦν νόσημα καθόσον οἷόν τε ἐπαγωνίσασθαι τὸν προαιρούμενον; καίτοι γε ὁρῶμεν ἐν τοῖς τῶν σωμάτων ἰατροῖς πολλὴν τὴν ἐπιμέλειαν καὶ πολλὰ τὰ ἰατήρια· καὶ ὃς μὲν τόνδε, ὃς δὲ τόνδε ἐγκεχείρισται θεραπεύειν καὶ οὐδὲ ὁ ἐν στάσει ὑπηρέτου κατατεταγμένος κεκώλυται χειραπτεῖν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἰατρικὴν ἐπιστήμην ἢ προύχουσαν ἢ ὑφειμένην. καὶ καθ' ἑκάστην οἱ συμπίπτοντες καὶ πλήρεις αἱ τούτους ὑποδεχόμεναι ἑστίαι, καὶ οὐδεὶς κατεγκαλεῖ τὴν ἐπιμέλειαν οὐδὲ καταιτιᾶται τὸν περὶ τὴν ἰατρείαν σπουδαιολογούμενον, ἀλλὰ καὶ πρώταρχοι καὶ ἀρχιητροὶ καὶ μέσοι καὶ τελευταῖοι τὴν φιλάνθρωπον δρῶντες οἰκονομίαν. εἰ δὲ ἐκεῖ οὕτως, πολλῷ δήπουθεν ἐν τοῖς κατὰ ψυχὴν κατὰ τὸ ἀνάλογον πάντα καὶ ὁρᾶται καὶ ὀφείλει γίγνεσθαι καὶ ὁ κωλύσων λυμεών τις καὶ κοινὸς ἐχθρὸς τοῦ γένους ὡς τῷ ἀπ' ἀρχῆς ἀνθρωποκτόνῳ συνεργῶν λογισθήσεται. "4οὔ"5, φησί, "4τοιοῦτον τὸ ἡμέτερον, ἀλλ' ἐκεῖνο πυνθάνομαι ὅτι, εἰ ὁ Κύριος τὴν μετάνοιαν, παρατροπὴν οὖσαν τῆς τοῦ δικαίου ἀκριβείας, διὰ τὸ ἀγαθὸν οὐ τεθάρρηκε δωρεῖσθαι πρὶν πᾶσαν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι' ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν, τίς τολμηρὸς καὶ ὑπερήφανος, ὃς ἐπιτρέψει ἑαυτῷ μετάνοιαν καθαρίζειν τῶ ἀρνησαμένων τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τὰ ὑπὲρ ἡμῶν παθήματα, μὴ πρότερον ἅπασαν ἔκτισιν ἀποδοῦναι τῇ τοῦ δικαίου ἀπαραβάτῳ αὐστηρία;"5 Φεῦ τοῦ τολμηροῦ καὶ ἀσυνέτου προβλήματος. πότε ὦπται ὁ Χριστὸς τὴν μετάνοιαν εὐαγγελιζόμενος; πότε τῷ παραλυτικῷ εἴρηκεν, θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; πότε τῇ δακρυοβρεχούσῃ πόρνῃ τοὺς θείους πόδας ἡ αὐτὴ συγχώρησις δεδώρηται, ἐπιπλήττουσα Σίμωνα τὸν ἑστιάτορα; πότε τῷ ἐν ἀσθενείᾳ κατακειμένῳ ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσιν εἴρηται, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται, ὡς ἐξ ἁμαρτίας δηλαδὴ τῆς ἀσθενείας ἐπισκηψάσης; ἄλλα, ἅττα οὐκ εὔκαιρον ἀνελιττομένῳ ὑποφαίνειν θεοσημείας ἔργα, πότερον, πρὸ τοῦ πάθους ἢ μετὰ τὸ πάθος; εἰ δὲ πᾶσιν εὔδηλον καὶ ὁμολογούμενον ὅτι πρὸ τοῦ πάθους, ὥσπερ καὶ τοὺς μαθητὰς ἀπεσταλκὼς δίδωσιν ἐξουσίαν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν, ἥτις διὰ τῆς τῶν προσερχομένων μετανοίας καὶ ὑποπτώσεως ἐδεδώρητο, τίς ἡ τολμηρὰ γλῶσσα ἐπιφθεγγομένη μὴ τεθαρρηκέναι Χριστὸν πρὸ τοῦ πρὶν πᾶσαν τὴν ὀφειλομένην τοῖς τοῦ δικαίου σταθμοῖς τε καὶ ζυγοῖς δι' ἑαυτοῦ καταθέσθαι δικαίαν τιμωρίαν κἀντεῦθεν ἐπιτιμᾶν τοῖς τῆς μετανοίας ἀναδεξαμένοις τὴν οἰκονομίαν ὡς τολμηροῖς καὶ ὑπερηφάνοις, μὴ πρότερον ἅπασαν ἀποτίσασι τὴν τοῦ δικαίου αὐστηρίαν; ἢ δῆλον ὅτι Φαρισαϊκῆς διανοίας ἡ ἐπίπληξις καὶ Ναυατιανικῆς μισανθρωπίας ἡ ἀπαγόρευσις; Ὅρα δὴ οὖν λοιπόν, ὦ ἄνερ, οἷον ἀπομετεωρισθεὶς κατεκρημνίσθης, τῶν οἰκείων μέτρων ἐκστὰς καὶ μὴ συντετηρηκὼς ἑαυτῷ τὸ ἐνόν σοι ἀξίωμα. ἢ οὐκ ἀνέγνως ὡς πᾶς ἀλλοτριοεπίσκοπος ἐκκήρυκτος; καὶ οὐκ ἀπέστελλον αὐτούς, φησί, καὶ προεφήτευον· καί, οὐχ ἑαυτῷ τις τὴν τιμὴν λαμβάνει, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ. οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα κατὰ τὸ