303
βασιλίδος, καὶ τότε δὲ ὁμονοήσαντες 2.310 ἔπεμψαν πρὸς αὐτὸν, καλοῦντες ἐπὶ τὴν ἀρχήν. βασιλεὺς δὲ αὐτοῖς πολλὰς ὁμολογήσας χάριτας τῆς τε προτέρας εὐνοίας καὶ τοῦ νυνὶ προσχωρεῖν ἑκόντας, ἔπειτα ἔφασκεν ἄγνωμον εἶναι δεινῶς, εἰ αὐτῶν πᾶσαν εὐνοίας ὑπερβολὴν ἐνδεικνυμένων, μὴ ὁμοίως καὶ αὐτὸς φαίνοιτο διακείμενος περὶ αὐτοὺς, μηδὲ τὴν διάνοιαν ἀποκαλύπτοι. ὅσα μὲν γὰρ ἐν Γυναικοκάστρῳ συμβαίη περὶ αὐτὸν, καὶ ὡς αὐτός τε καὶ τῶν συνόντων οἱ μάλιστα φιλοῦντες μεγάλοις κινδύνοις περισχεθεῖεν, ἀφισταμένων μὲν τῶν οἰκείων, τῶν πολεμίων δὲ ἐπικειμένων, καὶ ταραχῆς πολλῆς καὶ ἀταξίας τὸ στρατόπεδον κατεχούσης, εἰ μὴ θεὸς ἄνωθεν χεῖρα σώζουσαν ὑπερέσχεν, οὐδ' αὐτοὺς ἠγνοηκέναι οἴεσθαι. ἀνάγκῃ δὲ ἐλθὼν πρὸς Κράλην τὸν ἄρχοντα Τριβαλῶν, πολλῆς ἀπολελαυκέναι παρ' αὐτοῦ καὶ τιμῆς καὶ συμμαχίας παρὰ δόξαν. ὀλίγῳ γοῦν πρότερον στρατιὰν παραλαβὼν πολλήν τε καὶ ἀγαθὴν, ἐπὶ ∆ιδυμότειχον σπεύδειν, ὡς τοῖς ἐκεῖσε φίλοις συνεσόμενος καὶ διαθησόμενος εὖ τὰ κατ' αὐτόν. γενομένου δὲ ἐν Φεραῖς, τούς τε ἡγεμόνας καὶ τὴν στρατιὰν νόσῳ δεινῇ περισχεθῆναι καὶ ἀποθανεῖν αὐτῶν πολλοὺς, ὡς ἐκ τῆς νόσου καὶ πρὸς ἀνάγκην ἐλθεῖν αὖθις ἀναστρέφειν εἰς τὴν Τριβαλῶν ἀρχήν. νυνὶ δὲ παρασκευάζεσθαι, ὡς ἅμα στρατιᾷ εἰς ∆ιδυμότειχον αὖθις ἀφιξόμενος. τοῦτο γὰρ μάλιστα λυσιτελεῖν αὐτῷ πρὸς τὸ κτήσασθαι, εἰ κατὰ γνώμην εἴη θεῷ, τὴν πᾶσαν Ῥωμαίων ἡγεμονίαν. δι' ἃ οὐ δύνασθαι ἥκειν πρὸς 2.311 Θετταλίαν νῦν. μᾶλλον γὰρ ἀνιάσειν, συγγινόμενος μὲν ἐπὶ μικρὸν, ἐν τάχει δὲ ἀπαίρων πρὸς Θρᾴκην αὖθις. ἀλλ' εἴγε κατὰ γνώμην αὐτοῖς εἴη ὑπ' αὐτὸν τελεῖν, νῦν μὲν ἄρχοντα αὐτοῖς τὸν Ἄγγελον Ἰωάννην ἐφιστᾷν, προσήκοντά τε μάλιστα ἐξ αἵματος καὶ δυνάμενον ἐξηγεῖσθαι καὶ διασώζειν ἀπὸ τῶν πολεμίων, ἄν τινες ἐπίωσι, καὶ συνέσει καὶ εὐψυχίᾳ καὶ ἐμπειρίᾳ τῇ πρὸς τοὺς πολέμους. αὐτὸν δὲ γενόμενον ἐν ∆ιδυμοτείχῳ, εἰ μή τι κωλύοι δυσχερὲς, πρόνοιαν αὐτῶν ποιήσεσθαι, ὅση δυνατὴ, καὶ πᾶσαν ἐνδείξεσθαι ὑπὲρ αὐτῶν καὶ προθυμίαν καὶ σπουδήν. τοιαῦτα μὲν πρὸς τοὺς πρέσβεις ἀπεκρίνατο. ἐκέλευέ τε καὶ τοῖς ἐν Θετταλίᾳ ἀπαγγείλαντας, εἰ πείθοιντο, εἰς ἔργον ἄγειν· φιλοφροσύνην τε αὐτῷ προσήκουσαν περὶ αὐτοὺς ἐπιδειξάμενος, συνεξέπεμπε καὶ τῶν οἰκείων ἕνα Μανουὴλ τὸν διοικητὴν, ὡς τὰ εἰρημένα παρ' αὐτοῦ καὶ τοῖς ἐν Θετταλίᾳ ἀπαγγελοῦντας. ὧν καὶ γενομένων ἐν Θετταλίᾳ, ἐπεὶ ἥ τε στρατιὰ καὶ τῶν πόλεων οἱ ἄριστοι τὰ παρὰ βασιλέως εἰρημένα ἐπυνθάνοντο, πρῶτα μὲν ὡμολόγουν βασιλεῖ χάριτας πολλὰς τῆς εὐμενείας τῆς περὶ αὐτοὺς καὶ τῆς συντρόφου καὶ φίλης ἀληθείας ἐκ παιδὸς, ὅτι καίτοι δοκῶν ἐν δυσπραγίαις εἶναι, οὐδὲν ὑπέμεινε πεπλασμένον φθέγξασθαι, οὐδ' ἀγεννὲς, ἀλλὰ δήλην αὐτοῖς πεποίηται τὴν διάνοιαν οἵα ἦν. αὐτοὺς δὲ τῷ περιόντι τῆς εἰς αὐτὸν εὐνοίας, ἐπεὶ μὴ λυσιτελεῖν αὐτῷ δοκοίη, τὸ νῦν ἔχον ἥκειν παρ' αὐτοὺς, οὐκ Ἄγγελον μόνον, κατὰ γένος τε 2.312 αὐτῷ προσήκοντα καὶ ἄρχειν δυνάμενον αὐτῶν, ἀλλὰ καὶ εἴ τινα ἐκείνου πέμποι πολλῷ καταδεέστερον, δέξεσθαι προθύμως καὶ πᾶσαν ἐπιδείξεσθαι περὶ τὸν βασιλέα εὔνοιαν. τοιαῦτα μὲν καὶ οἱ ἐν Θετταλίᾳ ἀπεκρίναντο. βασιλεὺς δὲ ἐπεὶ πύθοιτο ἀπὸ τῶν πρέσβεων ἐπανελθόντων, ἔπεμπε τὸν ἀνεψιὸν Ἄγγελον Ἰωάννην, ἐπίτροπον εἶναι Θετταλίας. πᾶσι δὲ βουλόμενος καταφανὲς ποιεῖν, ὡς οὐ βασιλέως τοῖς παισὶν ἐπιβουλεύων ἤρατο τὸν πόλεμον, καὶ ὡς οὐδ' εἰ περιγένοιτο τῆς ἀρχῆς ἔγνωκεν ἀποστερεῖν, ἀλλ' ὑπὸ βασιλίδος μᾶλλον αὐτὸς ἐπολεμήθη ἀνθρώποις πειθομένης συκοφάνταις, τῷ Ἀγγέλῳ πρὸς τὴν Θετταλίας ἀρχὴν χρυσόβουλλον ποιῶν, βασιλίδα τε προσέγραφε καὶ βασιλέα Ἰωάννην τὸν υἱὸν, ὥστε Ἄγγελόν τε καὶ Θετταλοὺς τὴν δουλείαν τε κἀκείνοις ὥσπερ καὶ αὐτῷ ὁμολογεῖν καὶ μᾶλλον ἢ πρότερον ὑπείκειν. ὃ καὶ ἐπὶ λέξεως εἶχεν οὕτως· «ὡς ἀπόλοιτο ὁ φθόνος, τὸ πάντων τῶν κακῶν χείριστόν τε καὶ ἀδικώτατον, ὅγε κακῶς ἡμᾶς ἀρχῆθεν ἐξώσας τῆς ἀκηράτου τρυφῆς χειρὶ θεοῦ πλασθέντας καὶ λόγῳ τιμηθέντας, ὢ τῆς ὑπὲρ λόγον χάριτος. καίτοι μετὰ