303
ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι' αὐτομόλου δῆθεν ην ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε τῶν Λατίνων κεχρημένος φωνῇ σὺν αλλοις ἐπιστα2.275 μένοις αὐτήν, ινα ̔Ρωμαῖοι δόξωσιν ειναι. μαθόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνήσαντο πιστεύειν οντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τὸν καταρράκτην εἰσήγαγον οσους αὐτοῖς ἱκανοὺς εδοξεν ειναι κατεργασθῆναι παρ' αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ ̓Αννίβας ἀπῆρεν αὐτίκα, μαθὼν τοὺς Λοκροὺς πολιορκουμένους ὑπὸ ̔Ρωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων. Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ συμμάχων ἑτέρων πολλὰ τῆς ̓Αχαΐας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς ̓Αχαιοῖς συμμαχήσαντος παντελῶς αν τῆς ̔Ελλάδος ἐξηλάθησαν οἱ ̔Ρωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρρυέντος οἱ Αἰτωλοὶ τοῦτο εσχον, καὶ φήμης εἰς τοὺς Μακεδόνας γενομένης ὡς τέθνηκε, στάσις τε γέγονεν ἐκεῖ καὶ ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ, καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ ̔Ρωμαῖοι τῇ ̔Ελλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων. Τῷ δ' ἐπιόντι ετει ὡς ὁ ̓Ασδρούβας ἠγγέλλετο προσιών, οἱ ἐν τῇ ̔Ρώμῃ τὰς δυνάμεις τε ηθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο, ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλόμενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν ̓Αννίβαν, Λιούιον δὲ ἐπὶ τὸν ̓Ασδρούβαν επεμψαν. ος αὐτῷ πρὸς τῇ Σένᾳ τῇ πόλει ἀπήντησεν· οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ηλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν εμεινεν· ἀλλ' οὐδὲ ὁ ̓Ασδρούβας τὴν μάχην κατήπειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων δὲ καὶ ὁ ̓Αννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, καὶ οὐδέτερος πρὸς παράταξιν ωρμησεν, αλλως δὲ ἐς χεῖρας ἀλλήλοις ῃεσαν. καὶ ὁ ̓Αννίβας πυκνὰ μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει. 2.276 κρείττων ουν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ ̓Ασδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν ̓Αννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ ̓Ασδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν ειργειν τὸν ̓Αννίβαν, ει πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ινα καὶ αὐτὸς νομίζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ωρμησεν ὡς πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ' ῃδει τις τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν ̓Ασδρούβαν, καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνωσε. καὶ παρεσκευάζοντο αμφω ιν' αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ελαθον δέ, ἀλλ' ἐτεκμήρατο τὸ γεγενημένον ὁ ̓Ασδρούβας ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ εκαστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας ουν ἡττῆσθαι τὸν ̓Αννίβαν καὶ ἀπολέσθαι, περιόντος γὰρ ἐκείνου οὐκ αν ἐπ' αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο, εγνω πρὸς τοὺς Γαλάτας ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν ἀκριβώσασθαι καὶ ουτω κατὰ σχολὴν πολεμῆσαι. Καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ' υπατοι ἐκ τοῦ θορύβου ὑπώπτευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ τὸ σκότος. αμα δ' ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ ειποντο. καὶ τοῦ ̓Ασδρούβου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις ουσιν, οἱ υπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. καὶ οὐδ' οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· οτι γὰρ αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπιτεταγμένους σφίσιν εδρων η οἱ πολέμιοι, παρήγγει2.277 λεν ὁ ̓Ασδρούβας τοῖς ἐπ' αὐτῶν καθημένοις τοὺς τιτρωσκομένους τῶν θηρίων παραυτίκα σφάζειν· ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ ους νυττόμενοι ἐκτιννύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων, οἱ ανδρες δὲ ὑπὸ τῶν ̔Ρωμαίων ἐφθείροντο. επεσον δὲ τοσοῦτοι ωστε τοὺς ̔Ρωμαίους διακορεῖς τοῦ φόνου γενομένους μὴ θελῆσαι τοὺς αλλους ἐπιδιῶξαι. φθείραντές τε αλλους πολλοὺς καὶ τὸν ̓Ασδρούβαν, καὶ λάφυρα πλεῖστα λαβόντες, καὶ ̔Ρωμαίους αἰχμαλώτους ἐς τετρακισχιλίους ἐν τῷ στρατοπέδῳ εὑρόντες, ἱκανῶς τὴν Καννηίδα συμφορὰν