303
νέα καὶ φῶ γίνεται νεόφη καὶ νύμφη, ἡ νέα φαινομένη καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ˉμ εἰς ˉν νύμφη. Νύξ. ἐν τῷ τὸν ηλιον ὑπὸ γῆν ειναι. νυκτὸς δὲ διάστημα ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. παρὰ τὸ νύσσω, νύξω, νύξ· δι' ης καμπτόμεθα. ὁ δὲ Βησαντῖνος παρὰ τὸν νύξω μέλλοντα, τὸν δηλοῦντα τὸ πλήξω, διὰ τὸ νύσσεσθαι καὶ προσπταίειν τοῖς nu.1409 ἐνεργουμένοις τὶ ἐν σκότει η προσκόπτειν καὶ πλήττεσθαι τοὺς βαδίζοντας ἐν αὐτῇ τῇ ωρᾳ. Νυόσ. ἡ νύμφη. Νύσσα. ὁ καμπτός. παρὰ τὸ νεύω, νεύσω, νεύσα καὶ ἀποβολῇ τοῦ ε νύσσα. η παρὰ τὸ νύσσω, τὸ κάμπτω, διὰ τὸ τοὺς ιππους ἐκεῖ νύσσεσθαι. Νύσσα. καὶ ονομα πόλεως. Νυσήϊον. οἱ μὲν τὸ Σίναιον ορος φασὶν, οἱ δὲ ετερον ορος τοῦ ∆ιονύσου, ἐνδότερον καὶ ἐπέκεινα τῆς ̓Ινδικῆς. Νύχοσ. ἡ νύξ. Νῦ. τὸ στοιχεῖον. οτι νυγμόν τινα εχει ἡ τούτου ἐκφώνησις. καὶ νὺ ἀντὶ τοῦ δή. ( ̔Ρῆμα.) Νύξασ. διεγείρας. Νυμφοστολῆσαι. τὸ νυμφαγωγῆσαι. Νύσσω. τὸ τιτρώσκω. καὶ τὸ λάμπω. Νυστάζω. ἀπὸ τοῦ νεύω, τὸ στάζω. οιον· νευστάζων κόρυθα βριαρήν-. ἐπειδὴ ἐπινεύουσιν οἱ κοιμώμενοι. ενθεν καὶ τὸ ῥηματικὸν ονομα νύσταλος, νυσταλογερόντιον. nu.1410 η παρὰ τὸ νευστάζειν ἀποβολῇ τοῦ ε. τὸ δὲ νευστάζειν παρὰ τὸ νεύειν τὴν κάραν. ( ̓Επίῤῥημα.) †Νύκτωρ. διὰ νυκτός.† Νῦν. ἀντὶ τοῦ ἀρτίως. καὶ νυνί. καὶ νὺ ἀντὶ τοῦ δή. Τὸ Ν μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Νωθεῖσ. ῥάθυμοι, βραδεῖς. οἱ ἐστερημένοι τοῦ τρέχειν. Νωθροκάρδιοσ. ὁ κατὰ λογισμὸν βαρὺς καὶ ῥάθυμος. Νῶε. ονομα κύριον. ἑρμηνεύεται δὲ πρόσωπον ἀκτημοσύνης. Νωδόσ. ὁ ἐστερημένος τῶν ὀδόντων. Νωΐτεροσ. ἡμέτερος. Νῶκαρ. ὁ δυσκίνητος, ὁ οὐδ' ὁπωσοῦν ἐῤῥωμένος. παρὰ τὸ ˉνˉω στερητικὸν καὶ τὸ σκαίρω, τὸ σκιρτῶ, κατὰ ἀποβολὴν τοῦ ς. Νωλανοί. εθνος. Νωμεντίνοσ. κύριον. nu.1411 Νῷν καὶ σφῷν. σὺν τῷ ι. ἀπὸ γὰρ τοῦ νῶϊν καὶ σφῶϊν γέγονε κατὰ συναίρεσιν τοῦ ˉω καὶ ˉι εἰς τὴν ˉω δίφθογγον. αλλως δὲ πᾶσα δοτικὴ ἐπὶ παντὸς ἀριθμοῦ τὸ ἰῶτα εχει. Ομηρος δὲ χωρὶς τοῦ ˉι ἀξιοῖ γράφεσθαι. λέγων οτι τρία πρόσωπα εἰσὶ τῶν παθητικῶν· ἡμῶν, ὑμῶν, σφῶν, ἀντὶ τοῦ δύο, δυϊκὸν κεῖται ἀντὶ τοῦ σφῶιν. ἀλλ' εστιν εἰπεῖν, χωρὶς τοῦ ˉι γράφεται, ἐπειδὴ οὐδέποτε τῇ γενικῇ καὶ τῇ δοτικῇ κέχρηται ὁ ποιητὴς, εἰ μὴ κατὰ διάλυσιν· οιον τοῖν, τοῖϊν, ωμοιν, ωμοιϊν, ἀλλήλοιν, ἀλλήλοιϊν. εἰ ουν ἐνταῦθα τὸ ἰῶτα εχει, ημελλε κατὰ διάλυσιν ειναι. †Νώρυμνον. οὐχ ὑψηλόν· οὐκ ἐρυμνόν.† Νωνύμουσ. ἀνωνύμους. Νωνύμνουσ. ανευ υμνων καὶ εὐφημίας τῆς διὰ τῶν θρήνων γενομένης· ἀνωνύμους. †Νῶοσ. μωρός.† Νωρικόσ. τοπικόν. Νώροπα. λαμπρόν. παρὰ τὸ ˉνˉω στερητικὸν καὶ τοῦ οψ γέγονε νώροψ, ὁ μὴ ἐῶν τὴν οψιν εἰς ἑαυτὸν ἀφορᾷν, λαμπρόν· ἀμαυροῖ γὰρ τὴν οψιν τὰ πάνυ λαμπρά. Νῶτοσ. †ἡ ψύα.† ἡ ῥάχις. ἐπειδὴ τῶν αλλων nu.1412 μερῶν νοτίζεται μᾶλλον, καὶ εἰς τοῦτο ὁ ἱδρὼς καταῤῥεῖ. καὶ ὁ ποιητής· -κατὰ δὲ νότιος ῥέεν ἱδρὼς- ωστε τροπὴν ειναι τοῦ ˉο εἰς ˉω μέγα. η παρὰ τὸ ω, τὸ ὑποτακτικὸν, ωτος καὶ νῶτος. Νωτοφόροσ. ὁ ἐπὶ νώτου τὰ αχθη καὶ τὰ βάρη η τὰ φορτία βαστάζων καὶ φέρων. †Νωχέασ. βραδὺς, μαλακός.† Νῶχοσ. κύριον. Νωχελήσ. βραδὺς, ῥάθυμος. η ὁ νωθρὸς καὶ ἀσθενής. οἱονεὶ ὁ ἐστερημένος τοῦ κέλλειν, νωκελλὴς τὶς ων, καὶ τροπῇ τοῦ ˉκ εἰς ˉχ νωχελής· κέλλειν γάρ ἐστι τὸ ταχέως τρέχειν, ἀφ' ου καὶ κέλης, ὁ δρομικὸς ιππος. †Νώψ. ἀσθενὴς τὴν οψιν.† (Θηλυκόν.) †Νωθή. μακρὰ ὁδός.† Νωθρεία καὶ νωθεία. ἡ ῥαθυμία. νοθία δὲ, ἡ κλεψιγαμία, μικρὸν καὶ ι. Νῶλα. πόλις. Νωμεντία. χώρα. Νομαντία δὲ μικρόν. Νωμηστεία. ἡ μέρισις. Νώρμα καὶ Νώρα. ὀνόματα πόλεων. (Οὐδέτερον.) Νωγαλέον. †πυῤῥόν.† λαμπρόν. nu.1413 Νώδυνον. τὸ ἀνώδυνον. †Νώκαρ. χάσμα. υπνος.† †Νῶμα. κίνημα.† †Νῶτα. ἡ ψύα.† Νῶτα θαλάσσησ. ο ἐστιν ἡ ἐπιφάνεια τῆς θαλάσσης. ( ̔Ρῆμα.) †Νωμεύειν. κακολογεῖν.† Νωμῆσαι. διενεγκεῖν. βαστάξαι η κινῆσαι. ἀπὸ τοῦ ωμου ἡ μεταφορὰ, ὡς οιμαι· ὠμῶ καὶ νωμῶ. Νώμησαν. διεμέρισαν. διέδωκαν. εστι νωμῶ, νωμήσω, ὁ ἀόριστος ἐνώμησα, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐνώμησαν. γράφεται τὸ ˉνˉω μέγα· τὰ γὰρ εἰς ˉω λήγοντα ῥήματα